Ancient Greek
Page 170
Joannes Philoponus Phil., De opificio mundi 170
Not analysed yet
τούτου Πτολεμαῖον ὡς ἔγνων ἐπικαλούμενος, ἠγνόησεν ὡς ἔοικεν οὗτος τὰ Πτολεμαίῳ περὶ αὐτοῦ γραφέντα· οὐδὲ γὰρ Πτολεμαῖος, οὐδ' ἄλλος οὐδεὶς τὰς πηγὰς καὶ τὴν ἀρχὴν εὑρεῖν τοῦ Νείλου δεδύνηται· οὐδὲ ὁ τοῦτο νομίζων τοῖς εἰρημένοις ὑπὸ τοῦ Πτολεμαίου ἐπέστησεν· τί γάρ φησι; ‘τῶν ἀνθρωποφάγων Αἰθιόπων ἀπὸ δυσμῶν διήκει τὸ τῆς σελήνης ὄρος, ἀφ' οὗ ὑποδέχονται τὰς χιόνας αἱ τοῦ Νείλου πηγαί’· ἐκ τούτου πλανηθέντες ἐνόμισάν τινες ἀπὸ τῶν λιμνῶν τούτων οἴεσθαι τὸν Πτολεμαῖον πληροῦσθαι τὸν Νεῖλον καὶ τοῦ σεληναίου ὄρους. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐδὲ γὰρ αἱ λίμναι τῶν ποταμῶν εἰσι πηγαί, οὐδὲ ἔκ τινων ἐν τῷ σεληναίῳ ὄρει πηγῶν ταύτας φησὶ πληροῦσθαι τὰς λίμνας ἢ ἐκ τῶν λιμνῶν τὸν Νεῖλον· τοὐναντίον γὰρ ἐκ τῶν ποταμῶν αἱ λίμναι γίνονται. ἀλλ' εἶναι μὲν ταύτας τοῦ Νείλου λίμνας, ὡς καὶ ἄλλας ποιεῖ μυρίας, τὰς δὲ τοῦ ὄρους τούτου χιόνας, εἴπερ οὕτω νοτιώτατον ὑπάρχον χιόνας ἔχει, δέχεσθαί φησιν αὐτὰς τηκομένας δηλονότι, τὴν δὲ ἐπέκεινα τῶν εἰρημένων τόπων γῆν ἄγνωστον εἶναι. οὐδεμίαν γοῦν οἴκησιν νοτιωτέραν εἶναι τούτων ἱστόρησεν, οὐδὲ τίνες οὐδὲ ποῦ εἰσιν αἱ τοῦ Νείλου πηγαί. οὐκ ἄρα ἐπέστησαν τοῖς τοῦ Πτολεμαίου ῥήμασιν οἱ τοῦτον ἐπικαλεσάμενοι τῆς ἑαυτῶν πλάνης μάρτυρα. Εἰ τοίνυν ὁ μὲν Ἀράβιος κόλπος μέρος ἐστὶ τῆς Ἐρυθρᾶς, πλησιάζει δὲ οὗτος τῇ κατ' Αἴγυπτον Βαβυλῶνι ὁδὸν ἐξ αὐτῆς ἔχων ἀχθοφόροις μὲν ζῴοις ἡμε-