Ancient Greek
Page 171
Joannes Philoponus Phil., De opificio mundi 171
Not analysed yet
ρῶν ἐγγύς που τεσσάρων, ὀξυτάτῳ δὲ δρομεῖ ἵππον ἐλαύνοντι νυχθημέρου, ὁ δὲ Νεῖλος τῆς Αἰγύπτου πολύ ἐστι νοτιώτερος τοὐλάχιστον μέχρι τῆς ἀοικήτου διήκων, εἰ δ' [ἂν] ἄρα ὁ ὠκεανὸς συνῆπται τῇ Ἐρυθρᾷ, ὡς μίαν ἀμφοτέρους γίγνεσθαι θάλασσαν, πᾶσα ἦν ἀνάγκη τὸ παρ' ἡμῶν εἰρημένον συμβαίνειν, ἐκ τῶν νοτιωτέρων τῆς θαλάττης ταύτης τὸν Νεῖλον φερόμενον εἰς αὐτὴν ἐκχεῖσθαι. νυνὶ δὲ εἰς τὴν καθ' ἡμᾶς δι' ἑπτὰ στομάτων ἐκβάλλει θάλασσαν, ὧν τὸ Κανωβικόν ἐστι βορειότατον· ἔδει δέ που καὶ διὰ τῆς Λιβύης φερόμενον φέρεσθαι τὸν ὠκεανόν. ψευδὴς ἄρα παντελῶς ἐστιν αὕτη ἡ ὑπόνοια. τὴν δὲ Κασπίαν ἤτοι Ὑρκανίαν καὶ Ἀριστοτέλης φησὶν ὑπὸ γῆς οἰκουμένης πανταχόθεν κυκλοῦσθαι. Εἰ μὲν οὖν τοῖς προτέροις τις γεωγράφοις ἀκολουθήσειεν, εἴποι ἂν τὴν αὐτὴν καὶ μίαν εἶναι θάλασσαν καὶ πολλάς· μίαν μὲν ὡς συνεχῆ καὶ πασῶν περιεκτικήν, πολλὰς δὲ διὰ τοὺς ἐξ αὐτῆς πλείονας εἰς τὴν γῆν ἐκδιδομένους κόλπους ἀλλήλων διακεκριμένους οὐ τοῖς ὕδασιν, ἰδίᾳ δέ τινι περιγραφῇ ὥστε τῇ ὁλότητι μὲν μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν καὶ τὴν θάλασσαν μίαν, τοῖς μέρεσι δέ, καθ' ἃ διακρίνονται ἀλλήλων τισὶν ἰδιώμασι, πολλάς. οὐκ εὐλόγως δέ, οἶμαι, πολλὰς ἐροῦμεν ταύτας, εἴπερ μία πασῶν ἐστιν ἡ τοῦ ὕδατος συνέχεια μόνοις διακεκριμένη ὑπὸ τῶν γεωγράφων ὀνόμασιν. οὐδενὶ δὲ τεκμηρίῳ φυσικῷ τὸν διορισμὸν ἐμφαίνουσιν, ἀλλ' ἐκ μόνων τῶν παρακειμένων τόπων, οἷον ὁ Ἰβηρικὸς