Ancient Greek
Page 172
Joannes Philoponus Phil., De opificio mundi 172
Not analysed yet
πόντος ὁ Λιγυστικὸς ὁ Τυρρηνικὸς τὸ Λιβυκὸν πέλαγος τὸ Σικελικὸν τὸ Κρητικὸν τὸ Αἰγύπτιον τὸ Σιδόνιον τὸ Ἰσσικόν. οὐδὲ γὰρ φύσει ταῦτα διῄρηται ἀλλήλων, μέρη δέ ἐστι συνεχῆ πάντα τῆς Ἑσπερίας θαλάσσης, μιᾶς μὲν οὔσης, ὑπό τινων δὲ ὕστερον οὕτως ὠνομασμένων καὶ διῃρημένων τῶν αὐτῆς μερῶν· εἰς παράστασιν γὰρ τῶν παρακειμένων αὐτοῖς τόπων τὴν ἐξ αὐτῶν εἰλήφασιν ὀνομασίαν. μόνος δὲ ὁ Ἰόνιος κόλπος φυσικὸν ἀπὸ τῶν ἄλλων ἔχει διορισμὸν ἀπὸ τοῦ Σικελικοῦ μὲν στρεφόμενος ἐπὶ βορρᾶν, ἐπὶ πλεῖστον δὲ προελθὼν λοξὸς ἐπὶ δύσιν φέρεται εἰς Ἀκυληίαν περατούμενος. ἐκ δὲ τοῦ Αἰγυπτίου πελάγους ἐπὶ βορρᾶν τρεπομένου τὸ Αἴγαιόν ἐστιν, ὅ τε Μέλας κόλπος, μεθ' ὃν ὁ Ἑλλήσποντος καὶ ἡ Προποντὶς ὁ Βόσπορός τε καὶ αὐτὸς ὁ Πόντος, μεθ' ὃν ἡ Μαιῶτις λίμνη. πάντα δὲ τὰ εἰρημένα μίαν ἔχει συνέχειαν ὕδατος. ϛʹ. Πῶς ὁ μὲν θεὸς εἰς συναγωγὴν μίαν τὸ ὕδωρ συναχθῆναι κελεύει, ὁ δὲ Μωϋσῆς ‘καὶ τὰ συστήματα’ φησί ‘τῶν ὑδάτων ἐκάλεσε θαλάσσας’. Ταῦτα μὲν οὖν περὶ τούτων· εἰ δὲ τοῖς ἐπιστημονικωτέροις τῶν γεωγράφων ἀκολουθεῖν εὔλογον— οὔτε δὲ τὴν Ἐρυθρὰν οὗτοι τῷ ὠκεανῷ οὔτε τὴν Ὑρκανίαν ἑτέρᾳ θαλάσσῃ συμβάλλειν ἐθέλουσι—πῶς κατὰ τὴν δόξαν ταύτην μίαν εἶναι τὴν τῶν ὑδάτων συναγωγὴν ἀληθές; καὶ εἰ μίαν, οὐκέτ' ἂν εἶεν πολλαί. πῶς οὖν καὶ εἰς συναγωγὴν μίαν τὸ ὕδωρ ὁ θεὸς συναχθῆναι κελεύει καὶ πάλιν τὰ συστήματα τῶν ὑδά-