Ancient Greek · ~5 min
Page 173
Joannes Philoponus Phil., De opificio mundi 173
Not analysed yet
των ἐκάλεσε θαλάσσας καὶ τούτων παρὰ πόδας ἑκάτερον; ὅθεν εἰκότως κινηθείη τις ἂν τὴν ἐν τούτοις ἔννοιαν τοῦ Μωϋσέως ζητεῖν. Πολλὰ τῶν ὀνομάτων ἑνικῶς ἅμα καὶ πληθυντικῶς λέγεται τῆς αὐτῆς μὲν οὔσης ἐν ἑκατέρᾳ φωνῇ σημασίας· ὡς ‘Ἀθήνη ἡ πόλις’ καὶ ‘εὐρυάγυιαν Ἀθήνην’ καὶ πληθυντικῶς· ‘τὰς ἱερὰς ὅπως προσείποιμι Ἀθήνας’ ‘ἐν ταῖς Ἀθήναις κατθανεῖν μ' ἀλώμενον’. Θήβη καὶ Θῆβαι, Πλάταια καὶ Πλαταιαί, Θέσπεια καὶ Θεσπειαί. ταῦτα μὲν οὖν ἐπὶ κυρίων καὶ πολλὴ παρὰ τοῖς παλαιοῖς ἡ τούτων χρῆσις· ἐπὶ δὲ προσηγορικῶν· ἵππος καὶ ἵπποι, ἀναβάτης καὶ ἀναβάται· ‘ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν’. ‘ψευδὴς ἵππος εἰς σωτηρίαν’. ‘ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ’. ‘οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις’. <ἄνθρωπος καὶ ἄνθρωποι>· ‘ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν’. ‘ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν’. ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη’. ‘ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε’. ‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις’. ἐκκλησία καὶ ἐκκλησίαι· ‘ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα’. ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς’. ‘ἡμεῖς τοι-