Ancient Greek
Page 174
Joannes Philoponus Phil., De opificio mundi 174
Not analysed yet
αύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ <ἐκκλησίαι>‘ ‘ἐκκλησίαις ἁπάσαις διατάσσομαι’. καὶ τὸ μὲν ἑνικὸν τὸ περιεκτικὸν δηλονότι τῶν καθ' ἕκαστον ἁπάντων εἶδος ἢ γένος ὑπάρχον σημαίνει· τὸ δὲ πληθυντικὸν τὰ ὑπὸ τὸ εἶδος ἄτομα· ἐκκλησία μὲν γὰρ αὐτὸ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ τὸ κοινὸν σημαινόμενον, καθ' ὃ πᾶσαι συνεστήκασι, ὅπῃ ποτ' ἂν εἶεν καὶ ὅσαι· ἥτις ἐστὶν ἡ τοῦ Πέτρου ὁμολογία· ‘σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς’· ἐκκλησίαι δὲ τὸ πλῆθος αὐτῶν τὸ πανταχοῦ· ‘Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ’· ‘ταῖς ἐκκλησίαις τῆς Γαλατίας’. ὕδωρ καὶ ὕδατα· πρόκειται τούτων ἡ χρῆσις, τὸ μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς κοινῆς τῶν ὑδάτων σημασίας, τὸ δὲ ἐπὶ τοῦ πλήθους, εἴτε ἀθρόον ᾖ συνηγμένον καὶ πολύ, εἴτε ἄλλο ἀλλαχοῦ διακέκριται· πολλάκις γὰρ τὸ ἑνικὸν καὶ ἐπὶ τοῦ πλήθους τάσσεται· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη’ ἀντὶ τοῦ πᾶς ἄνθρωπος· ὃ σαφέστερον ἐν ἑτέροις εἴρηται· ‘ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης’· οὕτως οὖν καὶ ἐν τῷ· ‘ἄνθρωπος ματαιότητι ὡμοιώθη’ λείπει τὸ πᾶς· ἐπάγει γάρ· ‘αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν’· οὐ γὰρ ἁπλῶς τὸ τῶν ἀνθρώπων εἶδος ἢ γένος σημᾶναι νῦν βούλεται, ἀλλὰ τοὺς καθ' ἕκαστον ἀνθρώπους ἅπαντας, καθ' αὑτὸν ἕκαστον. οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου· ‘συναχθήτω τὸ ὕδωρ