Ancient Greek · ~6 min
Page 175
Joannes Philoponus Phil., De opificio mundi 175
Not analysed yet
τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν’· τουτέστιν ὅλη τοῦ ὕδατος ἡ φύσις· μία δὲ συναγωγὴ ὑδάτων τὸ περιεκτικὸν εἶδος πάσης συναγωγῆς, τὸ ὡς ἐν δοχείῳ τινὶ περιέχεσθαι, ὡς καὶ μίαν ἐκκλησίαν λέγομεν τὰ πανταχοῦ γῆς τῶν ἐκκλησιῶν συστήματα· τὸ δὲ εἰς τὰς συναγωγὰς αὐτῶν τὸ ὑπὸ τοῦ γενικοῦ ὀνόματος περιεχόμενον πλῆθος, ὥσπερ καὶ ἡ ἐκκλησία εἰς τὰς πανταχῇ ἐκκλησίας διαιρεῖται. Ἀλλ' ἴσως τό ‘μία’ ταράξει ‘εἰς συναγωγὴν μίαν’ μονάδος ὑπάρχον δηλωτικόν· ἀλλ' ἴστωσαν ὅτι καὶ πᾶν γένος ἕν ἐστι· διὸ καὶ δέκα εἶναί φασι τῶν ὄντων τὰ γένη ἑνὸς ὄντος ἑκάστου καθ' αὑτό· καὶ πᾶν εἶδος ὁμοίως ἕν, καίτοι πολλὰ περιέχον τὸ μὲν εἶδος ἄτομα, τὸ δὲ γένος εἴδη. ἀλλὰ καὶ ‘μία πίστις ἓν βάπτισμα’ φησὶν ὁ ἀπόστολος, μίαν πίστιν λέγων τὴν μίαν καὶ τὴν αὐτὴν εἰς θεὸν ὁμολογίαν καὶ συμφωνίαν ἁπάντων, ὁμοίως καὶ τὸ βάπτισμα ἓν συμφώνως γινόμενον εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· κατ' ἀριθμὸν γὰρ πολλοὶ καὶ οἱ πιστεύοντες καὶ αἱ τούτων ὁμολογίαι καὶ οἱ βαπτιζόμενοι καὶ τὰ τούτων βαπτίσματα· ἀλλὰ κατὰ τὴν ὁμοειδείαν τῆς πίστεως καὶ τοῦ βαπτίσματος μία καὶ ἡ πίστις καὶ τὸ βάπτισμα ἕν· οὕτως οὖν καὶ διὰ τὸ ὁμοειδὲς τῶν συναγωγῶν τοῦ ὕδατος μίαν εἶπεν αὐτοῦ τὴν συναγωγήν, διὰ μέντοι τὰς ἀπ' ἀλλήλων διαστάσεις αὐτῶν πολλάς· συναχθήτω οὖν τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, τῷ εἴδει τῆς ἀθροίσεως μίαν, οὐχὶ δὲ τῷ ἀριθμῷ· καὶ πρὸ τούτου γὰρ ὅλον ἦν ἑαυτῷ συνεχὲς τὸ ὕδωρ οὐδεμίαν ἔχον διαίρεσιν· ὃ καὶ κυρίως εἴποις ἂν μίαν συναγωγήν· νῦν δὲ καὶ εἰς μέρη διέσπασται.