Ancient Greek
Page 176
Joannes Philoponus Phil., De opificio mundi 176
Not analysed yet
ἄλλην οὖν κατ' εἶδος κελεύει γενέσθαι συναγωγήν, οὐχ οἵα ἦν ἡ προτέρα ἑαυτῇ μὲν συνεχής, ὅλον δὲ τὸ πρόσωπον τῆς γῆς καλύπτουσα καὶ κεχυμένη δι' ὅλης· συσταλῆναι δὲ αὐτὸ κελεύει καὶ συρρυῆναι ἐν ταῖς νῦν γινομέναις κοιλότησι, ὅποι ποτ' ἂν εἶεν. κατὰ μὲν οὖν τοῦτο ἓν εἶδος συναγωγῆς ἁπασῶν τὸ εἰρημένον· ἐπειδὴ δὲ πολλαχοῦ τὴν γῆν ἔδει φανῆναι γυμνωθεῖσαν τοῦ ὕδατος διὰ τὰς διαφόρους οἰκήσεις καὶ τοὺς ἐκ τῆς γῆς ἀναδοθησομένους καρπούς, πολλὰ τῷ ἀριθμῷ τῶν ὑδάτων γεγόνασιν αἱ συναγωγαὶ ἑκάστης αὐτῶν εἰς πολλὰ χρησιμευούσης. ζʹ. Ὅτι οὐ μόνον ἐπὶ τῶν ὑδάτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων τὸ μὲν πρόσταγμα τὸ θεῖον πρόεισιν ἑνικῶς, τὸ δὲ ἔργον εἰς πλῆθος ἐκτείνεται. Ἴδοις δ' ἂν καὶ ἐπὶ τῶν ἄλλων τοῦ θεοῦ προσταγμάτων τὸ παραπλήσιον, ἑνικῶς μὲν τὸ πρόσταγμα τοῦ θεοῦ γινόμενον, εἰς πλῆθος δὲ τοῖς ἔργοις ἐκβαῖνον· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον’. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’· τὰ δὲ γενόμενα πλεῖστα· οὐ γὰρ ἐν ἑνὶ τόπῳ ἀλλὰ πανταχοῦ τῆς γῆς ἔργον τὸ τοῦ θεοῦ γέγονε πρόσταγμα, ὡς πᾶσαν εὐθὺς χλοηφορῆσαι καὶ τέλειον τῶν βλαστησάντων ἕκαστον ἀναδεῖξαι· οὐδὲ γὰρ ἓν γέγονεν εἶδος βοτάνης, οὐδὲ ἓν εἶδος καρπίμου ξύλου, ἀλλ' ὅσαπέρ εἰσι πανταχοῦ. ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’, καὶ μυρία γένη ζῴων ἐφάνη πανταχοῦ γενομένων· καὶ μάλιστα τὰ οἰκεῖα τοῖς τόποις, ἐξ ὧν λοιπὸν ἡ κατὰ τὴν διαδοχὴν τοῦ ὁμοίου γένεσις ἤμελλεν ἔσεσθαι· εὔλογον γὰρ καὶ