Ancient Greek · ~5 min
Page 20
Joannes Philoponus Phil., De opificio mundi 20
Not analysed yet
ναι τοὺς μὲν ἀέρια σώματα τοὺς δὲ πύρια· ἐπεὶ καὶ περὶ τοῦ θεοῦ αὐτὸς ὁ δεσπότης εἴρηκε Χριστός· ‘πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν’ τουτέστιν ἐν τῇ ἀσωμάτῳ καὶ ἀοράτῳ ψυχῇ τὸν ἀσώματον καὶ ἀόρατον προσκυνητέον θεόν—καὶ γὰρ τὸ πνεῦμα τὸ ἀέριόν ἐστιν ἀόρατον, ὡς καὶ ὁ κύριος εἶπεν—καὶ οὐχ ὡς σώματι τόπον ἀφοριστέον τῷ θεῷ, ὡς ἐδόκει τῇ Σαμαρείτιδι πρὸς ἣν ὁ λόγος· καὶ Μωϋσῆς· ‘ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον’ ἐκφοβῶν τὸν ἰδιώτην λαόν· διὸ καὶ ἐν πυρὸς αὐτοῖς ὤφθη θεωρίᾳ· ἀλλ' οὐδεμία ἐστὶν ἀνάγκη διὰ τὴν ὁμωνυμίαν τοῦ πνεύματός τε καὶ τοῦ πυρὸς εἰς σωματικὰς ἐννοίας ἢ φύσεις τὸν θεὸν κατασπᾶν ἢ τὰς ἱερὰς αὐτοῦ δυνάμεις. εἴτε δὲ ἐξ ἑνὸς τῶν στοιχείων, εἴτε ἐκ πάντων τὴν οὐσίαν, ὡς ἂν φαῖεν, ἔχουσιν οἱ ἄγγελοι, πρῶτον μὲν φθαρτῆς ἔσονται φύσεως, ἐκ φθαρτῶν γενόμενοι σωμάτων, ὅπερ οὐδὲ Θεοδώρῳ δοκεῖ· ἔπειτα πάντως ἐστέρηνται λογισμοῦ καὶ γνώσεως ἁπάσης, κἂν ἐξ ἑτέρου τινὸς ἀφθάρτου σώματος εἶεν. οὐδὲν γὰρ σῶμα οὐδεμιᾶς μετέχει καθ' αὑτὸ γνώσεως, κἄν τε ἁπλοῦν ᾖ καθάπερ τὰ στοιχεῖα, κἄν τε σύνθετον ὡς τὰ μέταλλα. καὶ τί λέγω γνώσεως; οὐδὲ μόνης τῆς ἁπτικῆς ἠξίωνται δυνάμεως, ὡς τὰ ζώφυτα οἷον οἱ σπόγγοι. ἀλλ' οὐ τοιούτους εἶναι τοὺς λειτουργοὺς τοῦ θεοῦ διδάσκει τὰ λόγια, οὓς διὰ παντὸς τὸ πρόσωπον τοῦ θεοῦ βλέ-