Ancient Greek · ~5 min
Page 3
Joannes Philoponus Phil., De opificio mundi 3
Not analysed yet
Μηδεὶς δὲ τὰς περὶ φύσεως τεχνολογίας τοῖς ὕστερον ἐπινοηθείσας τὴν Μωϋσέως ἀπαιτείτω συγγραφήν, οἷον τίνες αἱ ὑλικαὶ τῶν πραγμάτων ἀρχαί· πότερον μίαν ταύτην θετέον ἢ πλείους· καὶ εἰ πλείους, πόσαι τε καὶ τίνες· καὶ εἰ αἱ αὐταὶ πάντων ἢ ἄλλων ἄλλαι· τίς ἡ τῶν οὐρανίων οὐσία καὶ εἰ τῶν ὑπὸ σελήνην ἑτέρα καὶ εἰ ταῖς κινήσεσιν αὐτῶν ἡ οὐσία συνεξαλλάσσεται· καὶ ἁπλῶς εἰπεῖν ὅσα τοῖς περὶ ταῦτα δεινοῖς περιείργασται, ὅτε καὶ ἐν πλείστοις διημάρτηται τὰ τοιαῦτα τοῖς φυσικοῖς, μήτε ἀλλήλοις ὡς εἰπεῖν συμπεφωνηκόσι μήτε τοῖς πράγμασιν. οὐ γὰρ τοῦτο σκοπὸς τῷ θαυμασίῳ γέγονε Μωϋσεῖ, ἀλλ' εἰς θεογνωσίαν ἀνθρώπους ἀγαγεῖν πρῶτος ὑπὸ θεοῦ προὐκεχείριστο καὶ βίον διδάξαι ταύτῃ προσήκοντα· διόπερ ὅσα πρὸς τοῦτο συνετέλει, ταῦτα καὶ γέγραφεν, ὅτι δὴ τὸ μέγα τοῦτο τοῦ κόσμου καὶ λαμπρὸν δημιούργημα οὔτε αὐτόματον ἔσχε τὴν ὕπαρξιν, οὔτε τῆς ἀνωτάτω καὶ θείας ἐστὶν οὐσίας, ἀλλ' ὑπ' ἐκείνης τῆς ἀοράτου καὶ δημιουργικῆς ἁπάντων ἀρχῆς πρὶν γενέσθαι μὴ ὂν εἰς τοῦτο δὴ τὸ φαινόμενον παρενήνεκται κάλλος. Ψυχαῖς οὖν ἀναγώγοις παντελῶς καὶ πλέον σχεδὸν τῶν φαινομένων ἐπισταμέναις οὐδὲν τὴν περὶ θεοῦ γνῶσιν ἐνθεῖναι βουλόμενος Μωϋσῆς ἐκ τῶν συνήθων καὶ γνωρίμων ἐπὶ τὴν ἔννοιαν αὐτὰς ἀνάγει τοῦ ἀοράτου θεοῦ, οἷον τεχνίτην τινὰ τῇ τῶν ὅλων δημιουργίᾳ θεὸν ἐπιστήσας καὶ νῦν μὲν τοῦτο, ἄλλοτε