Ancient Greek
Page 249
Joannes Philoponus Phil., De opificio mundi 249
Not analysed yet
δ' ὅλως ὁ ποιήσας ἀθάνατον αὐτὸν καὶ ἀμετάβλητον ἔτι δεδιώς, μή τι πάθῃ ὑπὸ τῶν ἐναντίων δυνάμεων, ἑτέραν αὐτῷ βοήθειαν ἐπινοεῖ τὸν οὐρανόν; εἰ δὲ καὶ οἱ τῆς ἀναστάσεως τῶν ἁγίων ἀξιωθέντες ὡς ἄγγελοι θεοῦ εἰσιν ἐν οὐρανῷ πάντοτε σὺν κυρίῳ ὄντες καὶ τοῦ κατ' εἰκόνα τυχόντες ἀκριβῶς, δεήσει κατὰ τὸ ἀκόλουθον καὶ αὐτοὺς ὑπὸ πάσης προσκυνεῖσθαι τῆς κτίσεως. Ποίαν ὑπερβολὴν ἀσεβείας ἐν τούτοις ἑτέρῳ Θεόδωρος καταλέλοιπεν ἐν προσχήματι τοῦ ἐξηγεῖσθαι τὰ Μωϋσέως τοιαῦτα καὶ τοσαῦτα κατὰ Χριστοῦ βλασφημῶν καὶ κατ' αὐτοῦ τοῦ θεοῦ; ἀλλ' ὅμως τοιοῦτος ὢν πικρῶς ἐπισκώπτει τοὺς προεξηγησαμένους τὸν τόπον οὕτω λέγων· ‘σφόδρα μοι θαυμάζειν ἐπῆλθε τῶν ταυτὶ μὲν συνιδεῖν οὐχ οἵων τε γεγονότων, καίτοι διὰ πάσης κηρυττόμενα τῆς ἁγίας γραφῆς καὶ πολλῷ γε πλέον ἐπὶ τῆς καινῆς ἐκφωνηθέντα διαθήκης’. ποῦ τῆς θείας γραφῆς εἰρημένον δεικνύειν ἕξεις, ὅτι διὰ τοῦτο τὸν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν ἐποίησεν ὁ θεός, ἵνα ὥσπερ ἐν πόλει βασιλέως εἰκόνα τιμῶσιν ἀντὶ τοῦ βασιλέως οἱ τὴν πόλιν οἰκοῦντες, οὕτω καὶ πᾶσα κτίσις νοητῶν τε καὶ αἰσθητῶν ἀντὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κατ' εἰκόνα αὐτοῦ γενόμενον τιμῶσιν ἄνθρωπον; καὶ κατὰ τὸ ὑπόδειγμα πάντως τῆς βασιλέως εἰκόνος καθάπερ τὴν Ναβουχοδονόσορ χρυσῆν εἰκόνα ὡς αὐτὸν προσεκύνουν τὸν βασιλέα, οὕτω καὶ τὸν ἄνθρωπον ὡς θεὸν προσκυνῶσιν ὅ τε κόσμος ἅπας καὶ οἱ ἄγγελοι; ἦ που καὶ μέμψαιτ' ἂν