Ancient Greek · ~5 min
Page 250
Joannes Philoponus Phil., De opificio mundi 250
Not analysed yet
ἴσως τοὺς ἐν τῇ καμίνῳ τρεῖς παῖδας μὴ ἑλομένους διὰ τῆς εἰκόνος τὸν Βαβυλώνιον βασιλέα προσκυνεῖν, εἴπερ καὶ τὸν ἄνθρωπον ὡς εἰκόνα θεοῦ πᾶσα περιέπει ἡ κτίσις [ὡς εἰκόνα θεοῦ]· ὅτι δὲ εἰς τοῦτο καταστρέφει Θεοδώρῳ τὸ τόλμημά τε καὶ τὸ ὑπόδειγμα, δῆλον καὶ ἐξ ὧν ἐπήγαγεν· ‘ὥσπερ γάρ’ φησίν ‘τὴν βασιλέως εἰκόνα οἱ μὲν τοῦ βασιλέως θεραπευταὶ διὰ πάσης ἄγουσι τῆς αἰδοῦς, οἱ τυραννικοὶ δὲ μετὰ πολλῆς καθαιροῦσι τῆς σπουδῆς, τὴν βασιλέως αὐθεντίαν ἐν τῇ εἰκόνι καθαιρεῖν ἢ παραβλάπτειν ἡγούμενοι, οὕτω καὶ περὶ τὸν ἄνθρωπον οἱ μὲν εὐνοοῦντες ἄγγελοι τῷ θεῷ προθύμως τὴν διακονίαν, ἐφ' ᾗ ἀποστέλλονται, πληροῦσι διὰ τὴν ἡμετέραν σωτηρίαν, ὁ διάβολος δὲ καὶ οἱ δαίμονες περὶ τὴν ἀνθρώπων ἐπιβουλὴν πάντα ποιοῦσιν’. ἐκ τοῦ προκειμένου μετέβης εἰς ἕτερον· προὔκειτο γάρ σοι δεῖξαι ἐκ τῆς θεοπνεύστου γραφῆς, ὅτι ὡς εἰκόνα θεοῦ πᾶσα ἡ κτίσις περιέπει τὸν ἄνθρωπον καὶ αὐτοὶ οἱ ἄγγελοι· τοῦτο δὲ δεῖξαι μὴ δυνηθεὶς μετέβης ἐπὶ τὸ τῷ ἀποστόλῳ λεχθέν, ‘ὅτι εἰς διακονίαν ἀποστέλλονται οἱ ἄγγελοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν’· —οὐκ ἄρα ἵνα περιέπωσιν αὐτὸν ἀντὶ θεοῦ ὡς εἰκόνα θεοῦ, ἀλλ' ἵνα τῆς σωτηρίας αὐτῶν, ἧς ἐξέπεσον διὰ τὴν ἁμαρτίαν, ἐπιμελήσωνται—ἐπιτείνων δὲ ὅμως ἔτι τὴν κατὰ Χριστοῦ βλασφημίαν· ‘ἀκριβέστερον’ γάρ φησι ‘τὸν λόγον τῆς εἰκόνος διασῶσαι βουλόμενος ὁ θεὸς ἄνθρωπον ἕνα ἔλαβεν ἐξ ἡμῶν καὶ τοῦτον ἀθάνατον καὶ ἄτρεπτον