Ancient Greek
Page 251
Joannes Philoponus Phil., De opificio mundi 251
Not analysed yet
ποιήσας εἰς οὐρανὸν ἀνήγαγεν ἑνώσας ἑαυτῷ, ἵνα ὑπὸ πάσης προσκυνῆται τῆς κτίσεως’. τί οὖν ἐρεῖ τοῦ θεοῦ λέγοντος· ‘κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις’ καί ‘τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω’· ‘οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ’; εἰ δὲ λέγοι τὴν τοῦ ἀνθρώπου προσκύνησιν εἰς θεὸν ἀναφέρεσθαι, ἴστω, ὅτι καὶ οἱ τοῖς εἰδώλοις ὡς θεοῖς προσκυνοῦντες τοῦτο φασί· διὸ καὶ τοῖς τῶν θεῶν ὀνόμασιν, οἷς ἀνάκεινται, ταῦτα προσαγορεύουσιν, ὡς καὶ Θεόδωρος τὸν ἐκ Μαρίας ἄνθρωπον ἴσα θεῷ προσκυνεῖ καὶ θεὸν ὀνομάζει τῇ κτίσει λατρεύων ὡς ἐκεῖνοι καὶ προσφάτῳ θεῷ, πλὴν ὅτι Ἕλληνες μὲν ἀψύχοις ἀγάλμασιν, ἐμψύχῳ δὲ οὗτος, ὅτε καὶ πολλὰ τῶν ἀλόγων ζῴων καὶ ἀνθρώπους ἐθεοποίησαν ἐκεῖνοι ὡς θείας ἀρρήτως μετέχοντας φύσεως· ἀλλὰ τοιοῦτος ὢν Θεόδωρος πικρῶς ἐπισκώπτει τοὺς πρὸ αὐτοῦ πάντας, ὅτι μὴ οὕτως, ὡς ἔδοξεν αὐτῷ, τό ‘κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν’ ἀσεβῶς ἐξειλήφασι, λέγων οὕτω· ιαʹ. Ὅτι μὴ νενοηκὼς Θεόδωρος τὸ εἶδος τῆς ἀρχῆς τῶν ἀνθρώπων, καίτοι σαφῶς εἰρημένον Μωϋσεῖ, οὐκ ἴδιον εἶναί φησι τῶν ἀνθρώπων ἀλλὰ καὶ ἀγγέλων τὸ ἄρχειν, οὐκ ἐπιστήσας, ὡς ἄνθρωποι μὲν ἄρχουσιν ἅπαντες, ἄγγελοι δὲ οὐ πάντες. ‘Κατ' εἰκόνα γεγενῆσθαι τὸν ἄνθρωπον λέγουσι, πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ