Ancient Greek · ~5 min
Page 29
Joannes Philoponus Phil., De opificio mundi 29
Not analysed yet
ἠδύνατο σελήνῃ καὶ ἡλίῳ καὶ τοῖς λοιποῖς ἄστροις ὁ δημιουργήσας αὐτοὺς θεὸς κινητικὴν ἐνθεῖναι δύναμιν, ὡς τοῖς βαρέσι τε καὶ κούφοις τὰς ῥοπάς, ὡς τοῖς ζῴοις ἅπασι τὰς ἀπὸ ψυχῆς κινήσεις ἐνυπαρχούσης αὐτοῖς, ἵνα μὴ βίᾳ τούτους οἱ ἄγγελοι κινῶσιν· πᾶν γὰρ τὸ μὴ φύσει κινούμενον βίαιον καὶ παρὰ φύσιν ἔχει τὴν κίνησιν καὶ φθορᾶς αἰτίαν. πῶς οὖν διαρκοῦσι τοσαῦτα καὶ τηλικαῦτα σώματα ἐπὶ τοσοῦτον βιαίως ἑλκόμενα; Τίς προφητικὸς λόγος ἢ τίς εὐαγγελικὸς αὐτοὺς ταῦτα ἐδίδαξεν; τίς δὲ αὐτοῖς ἀπεκάλυψεν ἐν τοῖς νώτοις εἶναι τοῦ στερεώματος τὸν δεσπότην Χριστὸν ὑπερκείμενον αὐτοῦ τὸν πρῶτον οὐρανὸν ἔχοντα, ὡς ἡμῶν ὑπέρκειται τὸ στερέωμα; τί δὲ ἐστὶ τὸ ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐξ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου’; καὶ ὅτι ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς; εἰ μήπω καὶ τὸν θεὸν καταβιβάσουσιν ἐκεῖ. ποῦ δὲ γεγραμμένον ἐπὶ λέξεως ἔχουσιν, ὅτι τὸ ξύλον τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, οὗ μὴ γεύσασθαι τῷ Ἀδὰμ παρήγγειλεν ὁ θεός, συκῆ ἦν καὶ σῦκα φαγὼν ἐκεῖνος ἔξω γέγονε τοῦ παραδείσου; εἰ γὰρ ἀπόδειξιν ἡγεῖται τοῦ συκῆν εἶναι τὸ φύλλα συκῆς ῥάψαντας τὸν Ἀδὰμ καὶ τὴν Εὔαν σκεπάσαι τὴν