Ancient Greek · ~5 min
Page 30
Joannes Philoponus Phil., De opificio mundi 30
Not analysed yet
ἑαυτῶν γύμνωσιν, καίτοι γε οὐδὲ πρότερον ἦσαν τυφλοί, ὡς μὴ βλέπειν ἑαυτοὺς ὄντας γυμνούς. τοῦτο τῆς Θεοδώρου ἐστὶν ἐπινοίας ψυχρόν τε καὶ ἠλίθιον. ἡ γραφὴ γὰρ πρὸς λέξιν οὐκ εἴρηκεν, ὅτι συκῆ τὸ φυτὸν ἦν ἢ ὅτι σῦκα φαγόντες τὴν ἐντολὴν παρέβησαν τοῦ θεοῦ. Ὁμοίως ἄγραφον καὶ τὸ τοὺς δερματίνους χιτῶνας φλοιοὺς δένδρων εἰπεῖν· ἄγραφον καὶ τὸ ἐν ἀρχῇ τῆς ἕκτης ἡμέρας γενομένους τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἕκτην ὥραν τῆς αὐτῆς ἡμέρας πεινῆσαι, ὅτε καὶ ἡμᾶς συμβαίνει πεινῆν, καὶ τότε τῶν σύκων φαγεῖν καὶ ὥραν ἐνάτην ἐκβληθῆναι τοῦ παραδείσου, ὡς ἐν μόναις ὥραις ἐννέα τὰ ἐν τῷ παραδείσῳ γεγονέναι πάντα. μηδὲν γὰρ τούτων συλλογιζέσθω Θεόδωρος, ὅτε καὶ τὰ εἰρημένα ἐστὶ λίαν εὐφώρατα· καὶ τοῦτο δεικνύειν οὐ χαλεπόν, εἴ τῳ τοῖς ματαίοις ἦν ἐνασχολεῖσθαι καιρός· λέγουσαν δὲ ταῦτα πρὸς λέξιν δεικνύτω τὴν ἁγίαν γραφήν· καὶ εἰ συνυπέστησαν οἱ ἄγγελοι τῷ οὐρανῷ καὶ τῇ γῇ, θαυμαστὸν εἰ πέντε μόνας ἡμέρας ἐν τῷ ἰδίῳ μεμένηκεν ὁ διάβολος τάγματι, εἴπερ ἄρα καὶ ταύτας, καὶ εἰς τὴν τοσαύτην εὐθὺς ἅμα τῷ γενέσθαι κακίαν καὶ τὸν τοῦ ἀνθρώπου φθόνον ἀπώλισθεν, εἴπερ ‘φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον’· πρὸς λέξιν γὰρ τούτων οὐδὲν εἴρηκε Μωϋσῆς. καὶ ἄλλα δὲ πλεῖστα μυθολογεῖ Θεόδωρος ἐν τοῖς εἰς τὴν Γένεσιν καὶ τοῖς ἄλλοις αὐ-