Ancient Greek · ~5 min
Page 4
Joannes Philoponus Phil., De opificio mundi 4
Not analysed yet
δὲ ἄλλο, πρῶτόν τε καὶ δεύτερον γενέσθαι κελεύοντα καὶ ὁμοῦ τῷ προστάγματι τὸ κελευσθὲν παριστάμενον. τοῦτο δὲ ταῖς μὲν χαμαιζήλοις, ὡς εἶπον, ψυχαῖς μεγίστη πρὸς θεὸν χειραγωγίας ἐπίνοια, τὰς δὲ νοερὰς τῷ ὄντι καὶ εἰς ἔννοιαν ἤδη τῆς θείας ἀνηγμένας αἰτίας βλάψει μὲν τὸ παράπαν οὐδέν, ὠφελήσει δὲ τὰ μέγιστα. τὸ γὰρ ὁμοῦ τῷ εἰπεῖν τι γενέσθαι τὸν θεὸν εἰς ἔργον εὐθὺς ἐκβῆναι τὸ πρόσταγμα, τί ἕτερον δίδωσιν ἐννοεῖν, ἢ τὸ ἅμα τῷ θελῆσαί τι γενέσθαι τὸν πάντων αἴτιον ἀχρόνως εὐθὺς εἰς ἔργον ἐκβῆναι τὸ βούλημα; ‘διενοήθης γάρ’, λόγιόν τί φησιν, ‘καὶ ἐγενήθησαν ἃ ἐνενοήθης καὶ παρέστησαν ἃ ἐβουλεύσω’. καὶ ἐν ψαλμοῖς ὁ Δαυίδ· ‘αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν’. βʹ. Ὅτι καὶ Πλάτων ἐν τῇ διηγήσει τῆς τοῦ κόσμου γενέσεως ἐμιμήσατο Μωϋσέα. Καὶ θαυμαστὸν οὐδὲν τὸν ἀρχαιότατον Μωϋσέα τὴν δημιουργικὴν οὕτω τοῦ κόσμου τοῖς εἰσαγομένοις εἰς θεογνωσίαν ἄρτι διασκευάσαι διήγησιν, ὅτε καὶ Πλάτων τοὺς ἤδη φιλοσοφήσαντας τὴν ἐκ θεοῦ τοῦ παντὸς διδάσκων παραγωγὴν ἐν πολλοῖς μὲν καὶ ἄλλοις αὐτὸν ἐμιμήσατο, τῶν δὲ οὐρανίων γενομένων ἁπάντων αὐτὸν εἰσάγει τὸν δημιουργὸν οὕτως αὐτοῖς διαταττόμενον· ‘Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε.