Ancient Greek
Page 31
Joannes Philoponus Phil., De opificio mundi 31
Not analysed yet
τοῦ συγγράμμασι καὶ οἱ τῆς αὐτοῦ μοίρας μηδεμίαν, ὧν λέγουσιν, ἐκ τῆς ἱερᾶς γραφῆς μαρτυρίαν ἔχοντες, μηδὲ λόγῳ τὰς ἑαυτῶν ὑπονοίας κατασκευάσαι δυνάμενοι, πολλαχοῦ δὲ καὶ τἀναντία τῷ θείῳ διοριζόμενοι πνεύματι, ὧν ἑνὸς μόνου διὰ τὸ πλῆθος καὶ τὸ ματαίαν δεῖξαι τὴν περὶ αὐτὰ σπουδὴν μνήμην ποιήσομαι. ιγʹ. Ὅτι τὸν ἐπὶ Νῶε κατακλυσμὸν πᾶσαν ἐπικλύσαι τὴν γῆν τῆς γραφῆς λεγούσης ἐν μέρει γεγονέναι ταύτης φησὶ Θεόδωρος· καὶ ἔλεγχος τῆς ὑπονοίας αὐτοῦ. Τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν ἐπὶ πᾶσαν τὴν γῆν ἡ γραφὴ γεγονέναι φησὶν οὕτως λέγουσα· ‘τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. πεντεκαίδεκα πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετηνῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς, ὃς ἦν ἐπὶ τῆς ξηρᾶς, ἐτελεύτησε. καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ' αὐ-