Ancient Greek · ~6 min
Page 37
Joannes Philoponus Phil., De opificio mundi 37
Not analysed yet
πῶς γὰρ ἄν τις νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;’ καὶ Θεόδωρος δὲ νοητὰς αὐτὰς εἶναι λέγει καὶ λογικάς. καὶ τί θαυμαστόν, ὅτε καὶ τὰς ἡμετέρας ψυχὰς νοητὰς εἶναί φησιν οὕτω λέγων· ‘συγγενεῖς δὲ ταῖς φύσεσι ταύταις καὶ τὰς ἡμετέρας πεποίηκε ψυχὰς νοητάς τε οὔσας καὶ ζωῆς ἀθανάτου μετεχούσας καὶ μὴν καὶ λόγου γε τοῦ κρατιστεύοντος ἐν ἡμῖν;’ ἀλλ' ἀγνοεῖ τῶν λέξεων, ὧν προφέρει, τὰ δηλούμενα· τῷ γὰρ νοητῷ τὸ αἰσθητὸν ἀντιδιαστέλλεται· τὸ δὲ αἰσθητὸν ἅπαν σῶμά ἐστι. καὶ ἔμπαλιν· πᾶν σῶμα φυσικὸν αἰσθητόν ἐστιν, οὐδὲν ἄρα, ὃ μή ἐστιν αἰσθητὸν ἀλλὰ νοητόν, σῶμά ἐστιν, ἀσώματον δὲ πάντως. ἀλλ' οὐδὲ λογικόν ἐστιν οὐδὲν σῶμα, ὅτι μηδὲ γνῶσιν ἔχει θεοῦ κἂν ἔμψυχον ᾖ· ἀλλ' ἐν ταῖς ἀσωμάτοις καὶ χωρισταῖς οὐσίαις σωμάτων τὸ λογικόν, οἷαί εἰσι καὶ αἱ τῶν ἀνθρώπων ψυχαί. εἰ οὖν λογικὴ καὶ ἀσώματος ἡ τῶν ἀγγέλων ἐστὶν οὐσία, πάντως που καὶ ἀμεγέθης. τρία γὰρ τῶν μεγεθῶν τὰ εἴδη· σῶμα ἐπιφάνεια γραμμή, σῶμα μὲν τὸ τρεῖς ἔχον διαστάσεις· μῆκος πλάτος βάθος· ἐπιφάνεια δὲ πέρας μέν ἐστι τοῦ σώματος, διχῇ δὲ διέστηκε μῆκος ἔχουσα καὶ πλάτος μόνα· ἡ δὲ γραμμὴ τῆς ἐπιφανείας ἐστὶ πέρας, μίαν ἔχουσα καὶ μόνην τὴν κατὰ μῆκος διάστασιν. εἰ οὖν ἔξω σωμάτων οὐκ ἔστι μέγεθος οὐδέν, εἴ τι ἄρα ἐστὶν ἀσώματον, παντελῶς ἐστιν ἀμέγεθές τε καὶ ἀδιάστατον·