Ancient Greek · ~5 min
Page 38
Joannes Philoponus Phil., De opificio mundi 38
Not analysed yet
ἐν σώματι γὰρ καὶ ἐπιφάνεια πᾶσα καὶ γραμμὴ τὸ εἶναι ἔχουσιν· εἰ οὖν ὁ τόπος σωμάτων ἐστὶ μόνων περιεκτικός, οὐδεμίαν ἄρα οὐσίαν ἀσώματον ἐν τόπῳ εἶναι καθ' αὑτὴν δυνατόν. οὗτοι οὖν οἱ παρὰ τοῖς οὐκ εἰδόσιν εἰδέναι τι δοκοῦντες κἂν περιλαλῶσι τὸ ἀσώματον καὶ νοητὸν οὐκ ἐφιστάνοντες τῇ τῶν λέξεων σημασίᾳ εἰς μεγέθη πάλιν καὶ ὄγκους ἐξολισθάνουσιν· ἐπεὶ πῶς ἔφη Θεόδωρος; ‘ποῖος γὰρ παραδέξεται λόγος τὰ ἐντὸς πρὸ τῶν ἐκτὸς ὑπάρχειν;’ ἐντὸς μὲν λέγων οὐρανοῦ καὶ γῆς τὰς ἀγγελικὰς δυνάμεις, ἐκτὸς δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔτι φανερώτερον εἰπὼν ἐν τόπῳ αὐτὰς περιγεγράφθαι, ὡς ἂν εἴποι τις ἐντὸς εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὸ πῦρ οὐρανοῦ καὶ γῆς. τί οὖν διενηνόχασι τούτων αἱ ἀγγελικαὶ καὶ ἀσώματοι οὐσίαι τοῦ ἐν τόπῳ εἶναι καθάπερ καὶ τὰ στοιχεῖα; οὐδὲ γὰρ ἡ ψυχὴ ὡς ἐν τόπῳ ἐστὶ τῷ ἡμετέρῳ σώματι, ἀλλ' ὡς εἰδοποιοῦσα τὸ ζῷον. δι' αὐτὸ δὲ κατὰ συμβεβηκὸς ἐν τόπῳ ἐστίν, ὅτι τὸ ἐν τόπῳ ὂν εἰδοποιεῖ, καθ' αὑτὴν δὲ οὐκ ἔστι. μόνων γὰρ σωμάτων ἐστίν, ὃ πολλάκις εἶπον, τὸ ἐν τόπῳ εἶναι. Ἐοίκασιν οὖν οἱ χρηστοί, ὅταν ἀσωμάτους λέγωσι τοὺς ἀγγέλους, τὸ μὴ τοιαῦτα σώματα εἶναι λέγειν αὐτούς, οἷά ἐστι τὰ παχέα ταῦτα καὶ αἰσθητὰ φυτὰ ζῷα μέταλλα στοιχεῖα, οὐ μὴν πάσης ἐκτὸς εἶναι διαστάσεως, ἀλλὰ σώματα τυχὸν λεπτομερέστερα, ὧν οὐκ