Ancient Greek · ~6 min
Page 39
Joannes Philoponus Phil., De opificio mundi 39
Not analysed yet
ἐφικνεῖται διὰ τὴν λεπτομέρειαν ἡ αἴσθησις. καὶ τοῦτο καλοῦσιν ἀσώματον. ἀλλ' οὐδὲν ἐν τοῖς οὖσι τοῦ ἁπλοῦ καὶ καθαροῦ πυρὸς ὑπάρχει λεπτομερέστερον· ἀσώματον οὖν κατ' αὐτοὺς τὸ πῦρ, ὡς πρὸς τὰ λοιπὰ στοιχεῖα. καὶ ἐπειδὴ πάλιν λεπτομερέστερον τοῦ ὕδατός ἐστιν ὁ ἀήρ, καλείτωσαν καὶ αὐτὸν ὡς πρὸς τὸ ὕδωρ ἀσώματον· καὶ τὸ ὕδωρ ὡς πρὸς τὴν γῆν ἀσώματον ὡς λεπτότερον αὐτῆς, ὡς συμβαίνειν ἕκαστον ἅμα σῶμά τε εἶναι καὶ ἀσώματον, ταὐτὸν δ' εἰπεῖν σῶμα καὶ οὐ σῶμα, ἅπερ γελᾶσθαι μόνον, οὐκ ἀντιλέγεσθαι δίκαιον. πᾶσα γὰρ οὐσία τὰς τρεῖς ἔχουσα διαστάσεις σῶμά ἐστιν, κἂν ὁπωσοῦν ὑπάρχει λεπτομερέστατον. ἐντεῦθεν οὖν ἡ ἀσώματος οὐσία πάσης ἐστὶν ἐκτὸς διαστάσεως. εἰ μὲν οὖν ἡ οὐσία τῶν ἀγγέλων τριχῇ διέστηκε, σῶμα πάντως ἐστίν, ὅπως ἂν εἴη λεπτότατον καὶ διαφεῦγον τῆς αἰσθήσεως τὴν ἀντίληψιν. εἰ δὲ ἀσώματοί εἰσιν, ὡς ἐδείξαμεν, οὐδεμίαν διάστασιν ἔχουσι. Πῶς ἂν οὖν εἴη τὸ ἀμερὲς καὶ ἀδιάστατον ἐν τόπῳ, ὁπότε οὔτε ἐπιφάνεια ἐν τόπῳ ἐστὶν καθ' αὑτὴν οὔτε γραμμή, διαστήματα μὲν οὖσαι, ἀσώματοι δέ; μόνα οὖν τὰ σώματα ἐν τόπῳ ἐστίν· καὶ εἴ τι ἐν τόπῳ, σῶμα πάντως ἐστί· σωμάτων γὰρ ὁ τόπος, οὐκ ἀσωμάτων. Οὐκοῦν Θεόδωρος ἐν τόπῳ τὰς ἀγγελικὰς οὐσίας εἶναι βουλόμενος οὐδὲν ἕτερον αὐτὰς ἢ σώματα νομίζει, καὶ ταῦτα ἢ σύνθετα πάντως ἐκ τῶν τεσσάρων ἢ ἐξ ἑνὸς ἁπλοῦ, πυρὸς τυχὸν ἢ ἀέρος, εἰ καὶ νοητὰς εἶναί φησι καθάπερ καὶ τὰς ἡμετέρας ψυχάς, ἀγνοῶν τί σημαίνει τὸ νοητόν. εἴτε δὲ ἐξ ἑνὸς στοιχείου εἴτε