Ancient Greek · ~5 min
Page 40
Joannes Philoponus Phil., De opificio mundi 40
Not analysed yet
ἐκ πάντων εἰσίν, φθαρτοὶ πάντως ὑπάρχουσιν ἐκ τοιούτων τὸ εἶναι ἔχοντες. οὐ γὰρ νομοθετεῖν τοῖς ἀμφὶ Θεόδωρον ἔξεστιν, ὡς εἰ καὶ τὰ στοιχεῖά εἰσι φθαρτὰ καὶ ἐκ τούτων οἱ ἄγγελοι, ἀλλὰ τὰ μόρια τούτων, ἐξ ὧν ὑπῆρξαν ἐκεῖνοι, γεγόνασιν ἄφθαρτα, μηδεμιᾶς ταῦτα λεγούσης θεοπνεύστου γραφῆς· τοῖς γὰρ ἑαυτοῦ περιβαλλέσθω δικτύοις μηδὲ λόγῳ τοῦτο δεικνύειν ἔχων, ὡς ἡμεῖς τοὐναντίον ἐδείξαμεν. καὶ ὁ ἀπόστολος δὲ τὴν φθορὰν τῶν σωμάτων ἁπάντων ἐδήλωσεν εἰπὼν ὅτι ‘καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ’. οὔπω ἄρα τῶν φθαρτῶν οὐδὲν ἀφθαρσίας μετέσχε πλὴν τοῦ κυριακοῦ σώματος. Σκοπείτω δὲ τὸ ἑαυτοῦ σοφὸν καὶ Θεοδώρητος. ‘πῶς γὰρ ἄν τις’ φησί ‘νοήσοι χιλίας χιλιάδας καὶ μυρίας μυριάδας κατὰ τὸν θειότατον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ περιγραφῇ;’ ἀλλ' ἔδει γε αὐτὸν ἐννοεῖν, ὅτι καὶ ἑκάστη τῆς ἁγίας τριάδος ὑπόστασις τῶν λοιπῶν ἐστιν ἑτέρα καὶ τρεῖς ὑπάρχουσιν τῷ ἀριθμῷ ἰδιώμασιν ἀλλήλων διοριζόμεναι. ἢ οὖν ἐν τόπῳ ἔσονται διὰ τοῦτο καὶ σώματα ἢ Σαβέλλιος ἡμῖν ἐπιπηδήσει ἢ τό γε τρίτον καὶ ἀληθέστερον· οὐ τὰ ἐν ὑποστάσει ἴδια καὶ τῶν ὁμοφυῶν ταύτῃ διακρινόμενα ἢ σώματα πάντως εἰσὶν ἢ τόπῳ τινὶ περιέχονται.