Ancient Greek · ~5 min
Page 5
Joannes Philoponus Phil., De opificio mundi 5
Not analysed yet
θνητὰ ἔτι γένη λοιπὰ τρί' ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει. δεῖ δὲ εἰ μέλλει τέλεος ἱκανῶς εἶναι. δι' ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτ' ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· καὶ καθ' ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν θελόντων ἕπεσθαι σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνοντες ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε, τροφήν τε διδόντες αὐξάνετε, καὶ φθίνοντα πάλιν δέχεσθε’. οὕτω μὲν οὖν τὸ τῆς φιλοσοφίας ἄνθος ὁ Πλάτων. Ὅσον δὲ τούτων μεγαλοπρεπέστερα τεθεολόγηκε Μωϋσῆς ἄκουε. ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς’· καὶ ἐπὶ πάντων τὸ παραπλήσιον. πόσῳ ταῦτα τῶν Πλάτωνος ὑψηλότερα καὶ θεοπρεπέστερα; εἰ γὰρ τὸ ‘εἶπεν’ μὴ φωνήν τινα καὶ ῥημάτων ψόφον νοεῖν δυνατόν—οὐδὲ γὰρ ἐπὶ τῆς τοῦ θεοῦ παρὰ Πλάτωνι δημηγορίας, ἣν ἀρτίως ἀνέγνωμεν— τί ἕτερον διὰ τούτου δηλοῦν ἐθέλει τὸ λόγιον ἢ μό-