Ancient Greek · ~5 min
Page 41
Joannes Philoponus Phil., De opificio mundi 41
Not analysed yet
ιζʹ. Ὅτι καὶ τὸ περιγεγράφθαι ἢ ἀπερίγραφον εἶναί τι κατὰ μόνην τὴν τοπικὴν περιγραφὴν οἶδε Θεόδωρος. Ἀγνοεῖν οὖν ἐοίκασι καὶ τὸ τῆς περιγραφῆς ὄνομα [τὸ] ὡς ἐν μόνῃ περιοχῇ τόπου νοοῦντες καὶ οὐδὲν ἕτερον, ὅπερ μόνων ἐστὶ τῶν σωμάτων ἴδιον, ὡς οὐ δυνάμενοι τῆς τούτων φαντασίας οὐδὲν ἔξω νοεῖν. ὅτι γὰρ περιγραφὴν τὴν κατὰ τόπον νοοῦσι καὶ μόνην καὶ διὰ τοῦτο καὶ σώματα τοὺς ἀγγέλους ὑπάρχειν οἴονται περιγεγραμμένα μεταξὺ γῆς καὶ οὐρανοῦ καὶ διὰ τοῦτο καὶ συνυφεστάναι αὐτοῖς, σαφῶς ἐδήλωσε Θεόδωρος εἰπών· ‘Ἀνάγκη δὴ ἄρα κἀκεῖνο ζητεῖν ὅπου τότε ἦσαν αἱ νῦν τῷδε περιγεγραμμέναι τῷ τόπῳ. οὔτε γὰρ ἀπεριγράφους οὔσας ὑπὸ περιγραφὴν γενέσθαι οἷόν τε ἦν. περιγραφῇ δὲ ὑποκειμένων ἀνάγκη ζητεῖν τίς τόπος εἶχεν αὐτὰς πρότερον, ἐν ᾧπερ ἦσαν περιγεγραμμέναι, καθάπερ νῦν εἰσιν ἐν τούτῳ τῷ χώρῳ’. ἀλλ' ἠλίθιον πρὸ τῶν ὁρωμένων τόπον ζητεῖν, πολλῷ δὲ μᾶλλον ἠλιθιώτερον ἐπὶ τῶν ἀσωμάτων καὶ νοητῶν τόπον ζητεῖν καὶ μέγεθος καὶ περιγραφὴν τῆς περιγραφῆς παρ' αὐτοῖς νοουμένης τοῦ ἐν ὡρισμένῳ εἶναι μεγέθει τε καὶ τόπῳ καὶ οὕτως ἐν περιγραφῇ εἶναι τῶν ἀγγέλων ἕκαστον, διὸ καὶ ὑπὸ τόπου φασὶν αὐτοὺς περιέχεσθαι. εἰ δὲ πᾶν τὸ περιγε-