Ancient Greek · ~5 min
Page 42
Joannes Philoponus Phil., De opificio mundi 42
Not analysed yet
γραμμένον τόπῳ σῶμά ἐστιν, ὡς ἐδείχθη, σώματα ἄρα καὶ τοὺς ἀγγέλους ὑπάρχειν οἴεται. ἐν ἑτέροις δὲ περὶ τοῦ προκειμένου θεωρήματος διαλαβὼν ἔδειξα ὅτι καὶ τὸ ἀπερίγραφον δηλοῖ παρ' αὐτοῖς τὸ κατὰ μέγεθος ἄπειρον σῶμα καὶ διὰ τοῦτο μηδὲ ὑπὸ τόπου περιεχόμενον. τί γὰρ ἂν ἔξωθεν εἴη τοῦ ἀπείρου σώματος περιέχον αὐτό; οὕτω γὰρ οὐκέτ' ἂν εἴη ἄπειρον· οὐδεμίαν γὰρ ἄλλην σημασίαν τοῦ περιγεγραμμένου καὶ τοῦ ἀπεριγράφου γιγνώσκουσιν. Οὕτως οὖν νοοῦσι καὶ τὸν θεὸν ἀπερίγραφον συνεκτείνοντες αὐτὸν ἅπασι τοῖς σώμασι καὶ τῷ κόσμῳ παντὶ καὶ ὑπερβαίνειν αὐτὰ οἰόμενοι τοπικῶς, κἂν ἀσώματον εἴπωσι τὴν θείαν οὐσίαν καὶ νοητήν. καίτοι γε ἐννοεῖν αὐτοὺς ἐχρῆν ὡς, εἰ παντὸς σώματος καὶ πάσης διαστάσεως δημιουργός ἐστιν ὁ θεός, μηδὲν εἶναι τούτων αὐτὸν ὧν ἐποίησεν ἀνάγκη, διὸ καὶ ὑπερούσιος ὑμνεῖται ὡς πάσης οὐσίας παρακτικὸς καὶ ὑπὲρ αἰῶνας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ὅτι καὶ αἰώνων ἐστὶ ποιητής· ‘δι' οὗ’ γάρ φησι ‘καὶ τοὺς αἰῶνας ἐποίησεν’, ὅτι ἂν ὑπάρχοιεν οἱ αἰῶνες· ὥστε τὸ ἀπερίγραφον καὶ ἄπειρον ἄλλως ἐπὶ θεοῦ λέγεταί τε καὶ νοεῖται. εἰ δὲ ἀσώματοι καὶ πάσης ἐκτὸς διαστάσεως αἱ οὐσίαι τῶν ἀγγέλων ἐδείχθησαν, οὐδ' ἄρα περιγεγραμμέναι κατὰ μέγεθός εἰσιν οὐδὲ ἀπερίγραφοι, τουτέστιν οὐδὲ πεπερασμένον ἔχουσι μέγεθος οὐδὲ ἄπειρον οὔτε ἔξω τοπικῶς τοῦ κόσμου εἰσὶν οὔτε ἐντός.