Ancient Greek · ~5 min
Page 43
Joannes Philoponus Phil., De opificio mundi 43
Not analysed yet
καὶ γὰρ ὁ θεὸς ἄναρχος ὢν καὶ ὑπὲρ αἰῶνας ζητηθείη ἂν κατ' αὐτούς, πρὸ τοῦ κόσμου ποῦ ἦν· ἀλλὰ μόνων σωμάτων, ὡς πολλάκις εἶπον, τὸ τοιοῦτον. Ἄλλως δὲ καὶ οἱ ἄγγελοι λεχθεῖεν ἂν περιγεγραμμένοι κατὰ δύναμιν διὰ τὸ μὴ πάντα δύνασθαι ὅσα θεός, ἴσως δὲ καὶ ἄλλους ἄλλων εἰκὸς μείζονα δύνασθαί τε καὶ γιγνώσκειν καὶ ταύτῃ λέγοιντο ἂν περιγεγραμμένοι, κατὰ μέγεθος δὲ οὔτε περιγεγραμμένοι οὔτε ἀπερίγραφοι ἀμεγέθεις ὄντες. εἰ πού τις ἄρα τὰς φαινομένας τισὶν ἐπιστασίας αὐτῶν, ἐν οἷς ἂν εἴδεσι φαίνοιντο, αὐτὸ τὸ φαινόμενον ἐκεῖνο καὶ χρησμῳδοῦν, ὅτι ποτ' ἂν εἴη, τόπῳ περιγεγράφθαι λέγοι, τῷ μηδενὶ ἄλλῳ μήτε φαίνεσθαι μήτε χρησμῳδεῖν· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν ἀσώματον οὐσίαν αὐτῶν μήτε ὁρατὴν οὖσαν μήτε τόπῳ περιγραφομένην. ἀλλ' ἐπὶ πολὺ τούτοις ἐνασχολεῖσθαι πρὸς ἄνδρας μηδὲν πλέον τῶν ὑπὸ τὴν αἴσθησιν νοεῖν δυναμένους μάταιον ἀληθῶς. ἐπὶ δὲ τὰς ἀπὸ τῶν γραφῶν μαρτυρίας μετέλθωμεν. ιηʹ. Ὅτι οὐδεμιᾷ γραφικῇ μαρτυρίᾳ, τὸ συνυποστῆναι οὐρανῷ καὶ γῇ τοὺς ἀγγέλους Θεόδωρος δείκνυσι. καὶ πῶς χρὴ τὰ τροπικῶς εἰρημένα τῇ γραφῇ μεταφέρειν ἐπὶ τὴν τῶν πραγμάτων ἀλήθειαν. ‘Ὥσπερ’ φησί ‘Μωϋσῆς εἰς δύο διεῖλε τὴν κτίσιν, οὐρανὸν καὶ γῆν, οὕτω καὶ Δαυὶδ εἰς τὰ αὐτὰ διεῖλεν αὐτὴν καὶ τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς