Ancient Greek · ~5 min
Page 44
Joannes Philoponus Phil., De opificio mundi 44
Not analysed yet
ἔφησεν ὑμνεῖν τὸν θεὸν ἀκολούθως τῷ τὴν κτίσιν διηγησαμένῳ· πρότερον γὰρ τῶν ἐκ τῶν οὐρανῶν ποιησάμενος τὴν μνήμην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν’ ἐπάγει· ‘αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ’ περιληπτικῶς πάσας τὰς ἀοράτους καὶ λογικὰς φύσεις εἰπών· εἶτα ἐκ τῶν ἀοράτων ἐπὶ τὰ ὁρώμενα μεταβάς— ἡλίου μέμνηται καὶ σελήνης ἀστέρων τε καὶ φωτὸς οὐρανῶν τε καὶ αὐτῶν καὶ δὴ καὶ τῶν ὑπὲρ τὸν φαινόμενον τοῦτον οὐρανὸν ὑδάτων—ἐπάγει λοιπόν· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς’. εὔδηλον τοίνυν ὡς ἅπασαν τὴν κτίσιν εἰς δύο ταῦτα διελὼν καὶ τὰ μὲν ἐξ οὐρανοῦ τὰ δὲ ἐκ τῆς γῆς εἰρηκώς, πάντα δὲ εἰπὼν ὧν τὰ μὲν σὺν οὐρανῷ καὶ γῇ, τὰ δὲ μετ' ἐκεῖνα ἐγένετο, οὐκ ἂν τῶν ἀοράτων δυνάμεων μετὰ τούτων ἐποιήσατο μνήμην, ἐν τοῖς ἐκ τῶν οὐρανῶν ἀριθμήσας κἀκείνας, εἰ μὴ σαφῶς ᾔδει μὴ πρὸ οὐρανοῦ καὶ γῆς αὐτὰς γεγονυίας ἀλλὰ σὺν αὐτοῖς μὲν λαβούσας τὸ εἶναι, ἔνδον δὲ αὐτῶν εἶναι ταχθείσας ἅτε καὶ μέρος οὔσας τῆς κτίσεως. Τούτου δὲ μάρτυς αὐτάρκης καὶ ὁ μακάριος Παῦλος λέγων ὅτι ‘θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις’. γέλοιον δὲ εἰ μέρος μὲν τοῦ κόσμου κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν ὁμοίως τοῖς ἀνθρώποις εἰσίν, νομίζοιντο δὲ εἶναι πρὸ κόσμου’.