Ancient Greek · ~5 min
Page 45
Joannes Philoponus Phil., De opificio mundi 45
Not analysed yet
Ταύταις ταῖς δύο μαρτυρίαις τῇ τε τοῦ προφήτου Δαυὶδ καὶ τῇ ἀποστολικῇ λίαν ὠχυρῶσθαι δοκεῖ Θεόδωρος τὸ ἔνδον ὑπάρχειν οὐρανοῦ καὶ γῆς τὰς λειτουργικὰς τοῦ θεοῦ δυνάμεις, ὅπερ ἀπὸ πάσης ἔφη παιδεύεσθαι τῆς ἁγίας γραφῆς. ἀλλὰ καὶ τὰς ἐκλογισμῶν αὐτοῦ συνηγορίας ὑποτεμόμενοι παρεθήκαμεν οὐδὲν παραλιπόντες τῶν ἀναγκαίων. ὅτι μὲν οὖν οὐδὲ Θεοδωρήτῳ τῷ ὑπερασπιστῇ Θεοδώρου δοκεῖ τὴν θείαν εἰρηκέναι γραφὴν σαφές τι περὶ αὐτῶν, εἴτε προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς εἴτε μή, καὶ ὡς οὐ λυμαίνεται τῷ τῆς εὐσεβείας λόγῳ κἂν προϋπάρχειν τις αὐτὰς ὑπόθοιτο, φθάσαντες ἔγνωμεν. Ἐπειδὴ δὲ Θεόδωρος ἀναντιρρήτους τὰς προκειμένας νομίζει μαρτυρίας τοῦ σὺν οὐρανῷ καὶ γῇ γενέσθαι τὰς ἀγγελικὰς τοῦ θεοῦ δυνάμεις καὶ οἱονεὶ χωρίον αὐταῖς ἀφωρίσθαι τὸν οὐρανὸν ὡς μηδὲ εἶναι δύνασθαι τούτου χωρὶς διὰ τὸ εἰπεῖν τὸν προφήτην· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ’ μόνῳ τῷ γράμματι προσέχων Ἰουδαϊκῶς, οὐκοῦν καὶ ὅταν περὶ τοῦ θεοῦ λέγει· ‘ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτοὺς’ καὶ πάλιν· ‘ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων’ ‘ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν’