Ancient Greek · ~5 min
Page 46
Joannes Philoponus Phil., De opificio mundi 46
Not analysed yet
’κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων’· ‘κύριε κλῖνον οὐρανοὺς καὶ κατάβηθι’· καὶ αὐτὸς ὁ θεός· ‘ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου’. καί ‘ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μοι;’ καὶ μυρία τοιαῦτα ἕτερα ἐν πάσῃ σχεδὸν κείμενα τῇ θεοπνεύστῳ γραφῇ· τί πρὸς ταῦτα λέξει Θεόδωρος; εἰ γὰρ ψιλῷ προσέχοι τῷ γράμματι, μηδένα τῆς ἐννοίας αὐτοῦ λόγον ποιούμενος, μέρος τοῦ κόσμου καὶ τὸν θεὸν λεγέτω καὶ οἶκον αὐτῷ τὸν οὐρανὸν ἀφοριζέτω· καὶ μὴ μόνον οἶκος ἔστω θεοῦ, ἀλλὰ καὶ θρόνος καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ποῦ οὖν κατῴκει θεὸς πρὶν γενέσθαι τὸν οὐρανόν, ἢ ἐν τίνι θρόνῳ καθῆστο, ζητήσομεν· τί δ' αὐτῷ ὑποπόδιον ἦν, πρὶν γενέσθαι τὴν γῆν; μόνῃ οὖν τῇ λέξει προσηρτημένος δεῖσθαι τὸν θεὸν λεγέτω καὶ ἀναπαύσεως καὶ σκέπης καὶ θυμὸν αὐτῷ καὶ λύπην περιαπτέτω καὶ ὕπνον, ἐξανάστασίν τε καὶ μεταμέλειαν, χαράν τε καὶ γέλωτα κατὰ τό· ‘ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς’ καὶ τί γὰρ οὐχὶ τῶν ἀνθρωπίνων παθῶν· ἀλλὰ καὶ τὰ ἡμέτερα μέλη πάντα, χεῖρας δακτύλους πόδας δεξιὰν ὀφθαλμοὺς βλέφαρα ὦτα στόμα καρδίαν πρόσωπον ὀπίσθια—πάντα γὰρ εἴρηται ταῦτα—καὶ ἁπλῶς ἀνθρωπίνην μορφὴν αὐτῷ παρεχέτω καὶ φωνὴν καὶ γῆρας, οἷός ἐστιν ‘ὁ παλαιὸς τῶν ἡμερῶν’ παρὰ τῷ προφήτῃ Δανιήλ, καὶ ἄλλα μυρία τῶν ἀτοπωτάτων ἐκ μόνης αὐτῷ περιτιθέτω