Ancient Greek · ~5 min
Page 47
Joannes Philoponus Phil., De opificio mundi 47
Not analysed yet
τῆς λέξεως. εἰ δὲ ταῦτα τῆς ἐσχάτης ἀσεβείας ἐστὶν καὶ ἠλιθιότητος, οὐ ψιλῷ προσεκτέον τῷ γράμματι, ἀλλ' εἰς ὅτι νεύει ἕκαστον τούτων ἐξιχνευτέον. ἐξ ὧν γὰρ ἴσμεν οἱ τῇ αἰσθήσει μόνῃ προσηλωμένοι, ἐκ τῆς τούτων ἀναλογίας εἰς ἐννοίας ἡμᾶς θειοτέρας ἀνάγουσιν αἱ θεόπνευστοι γραφαί· ὀφθαλμοὺς διὰ τὸ πάντα ἐφορᾶν τὸν θεόν, ὦτα διὰ τὸ μὴ λανθάνειν αὐτὸν μηδὲ εἰ ἐν μυχῷ πράττοιμεν εἴτε χρηστὸν εἴτε ἐναντίον, δεξιὰν διὰ τὴν δραστήριον αὐτοῦ δύναμιν καὶ πάντων ὡς χειρὶ μιᾷ περιδραττομένην κατὰ τὸ εἰρημένον· ὅτι ‘ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς’· καὶ Ἡσαΐας· ‘τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;’ οἶκόν τε θεοῦ τὰς κεκαθαρμένας ἴσμεν λεγομένας ψυχάς· ‘οὗ οἶκός ἐσμεν ἡμεῖς’· ‘ἐνοικήσω τε ἐν αὐτοῖς’, φησὶν ὁ θεός, ‘καὶ ἐμπεριπατήσω’· ‘ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν’· ‘οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;’ θρόνον τε· ‘ὁ ἐν ἁγίοις γάρ’ φησίν ‘ἀναπαυόμενος’· καὶ τοὐναντίον· ‘οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν;’ ‘πνεῦμα γὰρ ἅγιον σοφίας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας’. ὅμοιόν ἐστι καὶ τό· ‘μὴ μι-