Ancient Greek · ~5 min
Page 48
Joannes Philoponus Phil., De opificio mundi 48
Not analysed yet
κρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;’ ὥσπερ γὰρ τοῖς τὰ φίλα ποιοῦσιν αὐτῷ θεὸς ἐπαναπαύεσθαι λέγεται ‘ὁ ἐν ἁγίοις ἀναπαυόμενος’, οὕτως οἱ τοῖς νόμοις αὐτοῦ μὴ πειθόμενοι οἷον ἀγῶνα θεῷ παρέχειν εἰκότως ἂν λεχθεῖεν περὶ τῆς αὐτῶν προνοουμένῳ σωτηρίας. Καὶ οὕτως ἐφ' ἑκάστου τῶν οὕτως εἰρημένων διὰ τὸ ἡμῖν χρήσιμον εἰς ἐννοίας ἀξίας ἀνάγεσθαι προσήκει θεοῦ τοὺς βραχεῖαν γνῶσιν τῆς θείας ἔχοντας φύσεως. ιθʹ. Πῶς νοητέον τό· ‘αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν’ καὶ τὰ ἑξῆς τοῦ ὕμνου. Οὐκοῦν οὐδὲ εἰ οἱ θεοφόροι ἄνδρες, οἷον χόρον ἐκ πάσης στησάμενοι τῆς κτίσεως νοητῶν τε καὶ αἰσθητῶν, ὕμνον ἐξ αὐτῶν ἀναπλέκουσι τῷ πάντα δημιουργήσαντι θεῷ, μὴ τοῦτο ἡμᾶς εἰς ἐκτόπους φαντασίας ἐξαγέτω περὶ τῶν νοερῶν καὶ ἀσωμάτων δυνάμεων, ὅτι τε ἐν τόπῳ εἰσὶν ὡς τὰ σώματα καὶ μέρη τοῦ αἰσθητοῦ κόσμου καὶ διὰ τοῦτο οὐκ ἀσώματοι, οὐδὲ νοητοὶ τὴν οὐσίαν ἀλλ' αἰσθητοὶ καὶ σώματα. πᾶν γὰρ σῶμα φυσικὸν αἰσθητὸν καὶ τὸ αἰσθητὸν ἅπαν σῶμά ἐστιν. εἰ δὲ ἀσώματοί εἰσι καὶ νοητοί— τοῦτο γὰρ καὶ Θεοδώρητον καὶ Θεόδωρον ἐδείξαμεν λέγοντας—οὐκ ἄρα εἰσὶν αἰσθητοὶ καὶ διὰ τοῦτο οὐδὲ σώματα καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασιν αὐτοὺς συγγεγονέναι νομιστέον οὐδὲ τόπου δεῖσθαι οὐδὲ