Ancient Greek · ~5 min
Page 6
Joannes Philoponus Phil., De opificio mundi 6
Not analysed yet
νον τῇ περὶ τοῦ γενέσθαι τῶν ὄντων ὁτιοῦν τοῦ θεοῦ βουλήσει σύνδρομον εὐθὺς ἀκολουθῆσαι τὸ ἔργον; μὴ οὖν ὡς εἶπον ἀστρονομεῖν τις ἀπαιτείτω Μωϋσέα ἢ τῶν φυσικῶν αἰτίας τεχνολογεῖν. οὐ γὰρ ταῦτα θεολόγων ἐστὶ σκοπὸς οὐδὲ τῆς εἰς θεογνωσίαν ἀναγωγῆς διδασκαλία, τῶν ἐπὶ μέρους δὲ τεχνιτῶν ἔργον· πρός τι γὰρ τέλος τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμον ἐπινενόηται πᾶσα τέχνη. Τὸ δὲ θεολογοῦντα τὰς ὑλικὰς τῶν γενομένων αἰτίας λεπτολογεῖν κινδυνεύειν οἶμαι τὴν εἰς θεὸν ὡς αἴτιον πάντων συντονίαν ἐκλύειν τῇ περὶ τὰς κάτω καὶ προσεχεῖς αἰτίας ζητήσει καὶ μάλιστα ταῖς παχυτέραις τῶν ψυχῶν καὶ προσηλωμέναις τοῖς σώμασιν. ζητείτω δὲ μόνον εἰ μὴ τοῖς φαινομένοις γέγραφε σύμφωνα. διόπερ εἴ πού τινας τῶν φυσικῶν ἢ τῶν ἐν ἀστρονομίᾳ διαφανῶν τῇ Μωϋσέως ἀντιπαραθείην γραφῇ ἢ τοῖς τοιούτοις θεωρήμασιν εἰς συνηγορίαν ἐκείνης χρήσομαι; μεμφέσθω μοι τῶν ἀπειροτέρων μηδείς. αὐτὸ γὰρ δὴ τοῦτο δεῖξαι πρὸς δύναμιν τῇ παρούσῃ πραγματείᾳ σκοπός, ὡς οὐδὲν ἐν τῇ τοῦ προφήτου κοσμογονίᾳ τῇ διατάξει τοῦ παντός ἐστιν ἀσύμφωνον, τοὐναντίον δὲ πολλὰ τῶν ὕστερον αἰτιολογηθέντων ὑπὸ τῶν φυσικῶν ἐκ τῶν Μωϋσεῖ γραφέντων εἴληφε τὴν ἀρχήν. εἴ τι δὲ τῶν εἰρημένων τοῖς πρεσβυτέροις ἐξηγηταῖς αὐτάρκως πιθανῶς εἰρῆσθαί μοι δόξει, τούτου μνησθεὶς [εἰς] ἐκείνοις τὸ εὑρεθὲν ἀνοίσω. οὐ