Ancient Greek
Page 57
Joannes Philoponus Phil., De opificio mundi 57
Not analysed yet
’ἐνετείλατο’ τὴν περὶ τοῦ γενέσθαι τὸ νοηθὲν βούλησιν δηλῶν. Πῶς δὲ ἅμα τῷ οὐρανῷ καὶ τῇ γῇ συνυποστᾶσαι κατὰ Θεόδωρον τῶν ἀγγέλων αἱ μυριάδες, τέλειαι τὸν νοῦν, καὶ οὐχ ὡς ἡμεῖς ἀτελεῖς διὰ τὴν κατὰ μικρὸν τῆς γενέσεως τοῦ σώματος πρόοδον, καὶ αὐτό γε τοῦτο εἰδυῖαι, ὅτι χθὲς τυχὸν οὐκ οὖσαι νῦν ὑπέστησαν, οὐκ εὐθὺς εἰς ἔννοιαν τοῦ σὺν οὐρανῷ καὶ γῇ παραγαγόντος αὐτὰς ἤρχοντο πάντως; κατὰ τὸν Δαυὶδ εἰπόντα· ‘ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν’ τουτέστιν· εἰς ἐμαυτὸν ὁρῶν καὶ τὴν περὶ ἐμὲ σοῦ διάταξιν θεασάμενος, εὐθέως τὴν περὶ σοῦ γνῶσιν θαυμαστὴν ἔσχον· καὶ τοσοῦτον τῆς ἐμῆς ἐπεκράτησε διανοίας, ὡς οὐδὲ εἰ βουλοίμην τυχὸν ἀντιβλέπειν δύνασθαι ταύτῃ· τοσοῦτόν ἐστιν ἐναργής· οὐδὲ γάρ, εἰ τὸν ἥλιόν τις ὁρῶν μὴ εἶναι λέγοι τοῦτον, πεῖσαι δύναται ἑαυτόν, ὡς οὐκ ἔστι· πολλῷ οὖν μᾶλλον ταῖς ἱεραῖς δυνάμεσιν οὐδὲν ἔλειπεν εἰς γνῶσιν θεοῦ τῇ τε αὐτὸν ἐνορώσαις καὶ τῇ τῶν σὺν αὐταῖς γενομένων κατὰ Θεόδωρον οὐρανοῦ καὶ γῆς συστάσει, ἵνα καὶ φωνῆς θεοῦ δεηθεῖεν εἰς ἔννοιαν τοῦ μὴ ὁρωμένου. αὐτὸ δὲ τοῦτο λίαν εὐτελές· ‘ἐπειδή’ φησίν ‘ἀόρατος ἦν καὶ ἰδεῖν αὐταῖς οὐκ ἐνῆν τὸν θεόν, φωνὴν ἀφῆκεν, ἵνα διὰ τῆς φωνῆς τὸν μὴ ὁρώμενον μάθωσιν’· ἠγνόησε γὰρ ὡς ἀόρατος τοῖς αἰσθητοῖς ἐστιν ὀφθαλμοῖς ὁ θεός· οὐδὲ γὰρ ἡ ψυχὴ τούτοις ὁρᾶται, ἐπεὶ μηδὲ σῶμά ἐστιν·