Ancient Greek
Page 58
Joannes Philoponus Phil., De opificio mundi 58
Not analysed yet
χρωμάτων γὰρ ἡ ὄψις ἀντιλαμβάνεται, ἐν σώμασι δὲ τὰ χρώματα τὸ εἶναι ἔχουσι· τῷ νῷ δὲ καθαρεύοντι τὰ νοητὰ γιγνώσκεται καὶ θεὸς κατὰ τὴν ἑκάστου δύναμίν τε καὶ ἀξίαν· ἐπεὶ τί ἐστιν τό· ‘οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς’ καὶ ‘νῦν ἐν ἐσόπτρῳ γινώσκω καὶ ἐν αἰνίγματι’ φησὶν ὁ Παῦλος ‘τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γιγνώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην’ καὶ ‘μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται’ ‘ὀψόμεθα γὰρ αὐτὸν καθὼς ἔστι. καὶ ὁ ταύτην τὴν ἐλπίδα ἔχων καθαίρει ἑαυτόν’. μόνοις οὖν τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἀόρατός ἐστιν ὁ θεός, ὁρᾶται δὲ τῷ νῷ καθαρεύοντι. ‘τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία’. εἰ οὖν τὸν ἀόρατον θεὸν διὰ τῆς τοῦ κόσμου δημιουργίας ὁρᾶσθαί φησι τοῖς ἀνθρώποις ὁ Παῦλος, καὶ τοὺς μὴ διὰ τῶν κτισμάτων εἰς ἔννοιαν τοῦ πεποιηκότος ἐρχομένους ἀσυνέτους εἶναι καὶ ἐσκοτίσθαι λέγει τὴν καρδίαν, τί ἂν εἴποι τις περὶ τῶν ἁγίων ἀγγέλων, εἰ κατὰ Θεόδωρον καὶ φωνῆς ἐδεήθησαν, ἵνα δι' αὐτῆς μόλις εἰς ἐπίγνωσιν ἔλθωσι τοῦ δημιουργήσαν-