Ancient Greek · ~2 min
Page 59
Joannes Philoponus Phil., De opificio mundi 59
Not analysed yet
τος αὐτοὺς θεοῦ; τοσοῦτο καὶ τῆς τῶν ἀνθρώπων αὐτοὺς ὑφεῖσθαι διανοίας ἡγεῖται. λόγος δεύτερος. ‘Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ΑΚΥΛΑΣ. Ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐθέν, καὶ σκότος ἐπὶ πρόσωπον ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ πρόσωπον ὑδάτων. ΘΕΟΔΟΤΙΩΝ. Ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν, καὶ σκότος ἐπὶ προσώπου ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ προσώπου τοῦ ὕδατος. ΣΥΜΜΑΧΟΣ. Ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον, καὶ πνεῦμα θεοῦ ἐπιφερόμενον ἐπὶ πρόσωπον ὑδάτων.