Ancient Greek · ~5 min
Page 7
Joannes Philoponus Phil., De opificio mundi 7
Not analysed yet
γὰρ τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ἐναβρύνεσθαι δίκαιον. ἐπεὶ οὖν χρησίμως ἡμῖν ταῦτα προείρηται, ἐπ' αὐτὸ βαδιοῦμαι λοιπὸν τὸ προκείμενον. γʹ. Ποσαχῶς ἡ ἀρχή, καὶ ποῖα μὲν αὐτῆς σημαινόμενα παραληπτέον νῦν, ποῖα δὲ οὐ. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Πολλὰ τὰ σημαινόμενα τῆς ἀρχῆς ὁ πολὺς ἀπαριθμεῖται Βασίλειος· καὶ πρῶτόν γε πάντων τὴν κατὰ χρόνον ἀρχήν. λέγω δὲ νῦν κατὰ χρόνον οὐχ οὗ τῆς γενέσεως προηγεῖται χρόνος ὡς ἡμῶν ἑκάστου ἀλλὰ τὸ πρῶτον τοῦ χρόνου νῦν, ἐν ᾧ τὸν οὐρανὸν καὶ τὴν γῆν παρήγαγεν ὁ θεὸς παντὸς χρονικοῦ χωρὶς διαστήματος. ἅπασα γὰρ ἀρχὴ ἑτέρα πάντως ἐστὶν οὗπερ ἀρχὴ λέγεται εἶναι, οἷον τῆς πηχυαίας φέρε γραμμῆς· τὸ πρῶτον αὐτῆς σημεῖόν ἐστιν ἀρχή, ὅπερ ἀμερές ἐστι παντελῶς. εἰ γὰρ βραχύ τι ταύτης ἀφέλοι τις μόριον, οὐκέτι ἔσται τοῦτο τῆς πηχυαίας γραμμῆς ἀρχή, ἀλλὰ μέρους αὐτῆς τοῦ μετὰ τὴν ἀφαίρεσιν ὑπολειφθέντος. οὕτως οὖν καὶ ἡ τοῦ χρόνου ἀρχή, εἴτε ὅλου εἴτε μερικοῦ τινος, οἷον τῆς σήμερον, οὔπω χρόνος· ὅταν γὰρ τοῦ πρώτου σημείου τοῦ ὑπὲρ γῆν ὁρίζοντος ὁ ἥλιος ἅψηται, τοῦτο τῆς ἡμέρας ἐστὶν ἀρχὴ οὐκ ὂν διάστημά τι καὶ μόριον τοῦ ἡμερησίου χρόνου. ὅλης γὰρ τῆς ἡμέρας τὴν ἀρχὴν ζητοῦμεν.