Ancient Greek · ~5 min
Page 65
Joannes Philoponus Phil., De opificio mundi 65
Not analysed yet
καὶ ἐν τῇ δευτέρᾳ τῶν βασιλειῶν· ‘ἔσταξεν δὲ ἐπ' αὐτοὺς ὕδωρ θεοῦ ἐκ τοῦ οὐρανοῦ’, ἵνα τὸ ὑέτιον σημάνῃ. καὶ ἐν τῷ Ἰώβ· ‘πῦρ θεοῦ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ’· τοιοῦτόν ἐστιν κἀκεῖνο· ‘καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ’. ἀλλὰ καὶ Ἡσαΐας φησί· ‘πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ’. ὅμοιον οὖν ἐστι κἀνταῦθα τό· ‘καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’ τουτέστι τὸ ὑπὸ θεοῦ γενόμενον· οἷόν ἐστι κἀκεῖνο· ‘διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος· βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά, πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα’. σκόπει γάρ, ὅτι καὶ τὸν κρύσταλλον καὶ τὸ ψῦχος καὶ τὸ πνεῦμα αὐτοῦ εἶπεν εἶναι τοῦ θεοῦ· τῷ γὰρ εἰπεῖν· ‘καὶ ῥυήσεται ὕδατα’ σαφῶς τὸ τῶν ἀνέμων ἐσήμανε πνεῦμα, οὓς τῆς φύσεως εἶναι τοῦ ὑπεκκαύματος εἴπομεν. καὶ ἁπλῶς εἰπεῖν, ἅπαντα τὰ ὑπ' αὐτοῦ γενόμενα τοῦ θεοῦ εἶναί φησιν ἡ γραφή. ‘εὐλογεῖτε γὰρ πάντα τὰ ἔργα κυρίου τὸν κύριον’ εἰποῦσα κατὰ μέρος αὐτὰ ἐπήγαγεν ‘ἄγγελοι κυρίου’ καὶ τὰ ἑξῆς, οἷς ἅπασιν συνυπακούεται τὸ ‘κυρίου’. ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων οὐδὲν ἧττον ἀμνημόνευτος ἡ τοῦ πυρὸς ἔμεινε φύσις. Οἶμαι οὖν τὸ παρ' ἡμῶν εἰρημένον ἐντελεστέραν τὴν Μωϋσέως περὶ τῶν στοιχείων δείκνυσι φυσιολο-