Ancient Greek
Page 66
Joannes Philoponus Phil., De opificio mundi 66
Not analysed yet
γίαν. οὐδὲ γὰρ τοὺς ἀνέμους, ὡς εἶπον ἤδη, ὁ φυσικώτατος Ἀριστοτέλης ἀέρος εἶναι κίνησιν βούλεται, ἀλλὰ τῆς καπνώδους ἀναθυμιάσεως. δʹ. Ὅτι καὶ Μωϋσῆς καὶ Ἡσαΐας καὶ ὁ Ἰὼβ σφαιρικὸν εἶναι τὸ σχῆμα τῆς γῆς ἐθέλουσι καὶ ὡς πανταχόθεν αὐτὴν καλύπτον τὸ ὕδωρ ἐξ ἀνάγκης αὐτῇ συνεσχηματίζετο. Δεδειγμένου δὲ ὅτι πανταχόθεν ἡ γῆ τοῖς ὕδασιν ἐκαλύπτετο καὶ οὐδὲν ἦν αὐτῆς μόριον ἀσκεπές, δῆλον ἐντεῦθεν, ὅτι σφαιροειδής ἐστι καὶ αὐτή. μέση γὰρ οὖσα καὶ τὸ κέντρον περιέχουσα τοῦ παντός, εἰ μὴ σφαιρικὸν εἶχε τὸ σχῆμα, ἀδύνατον ἦν πανταχόθεν αὐτὴν ὑπὸ τῶν ὑδάτων καλύπτεσθαι· ὅσα γὰρ τῶν μερῶν αὐτῆς μὴ πρὸς τὸ κέντρον εἶχε τὴν νεῦσιν, ἀσκεπῆ πάντως ἦν· ἐπὶ μόνου γὰρ τούτου τοῦ σχήματος τὰ ἐπικείμενα βάρη πανταχόθεν αὐτῷ πρὸς τὸ κέντρον νένευκεν ἀκριβῶς, ἐπ' ἄλλου δὲ τῶν σχημάτων οὐδενός. Εἰ γὰρ ἐν ἄλλῳ τις αὐτὴν ὑπόθοιτο σχήματι, ὁποῖον ἄν τις καὶ πλάσαιτο, ἐποχεῖσθαι πανταχόθεν αὐτῇ τὸ ὕδωρ ἀδύνατον. εἰ δὲ πάσῃ ἐποχεῖτο καὶ ὅλην ἐκάλυπτε, πῶς οὐκ ἐξ ἀνάγκης σφαιρικὴ διὰ τοῦτό ἐστιν ἡ γῆ; διὸ καὶ τὸ περιέχον ἅπασαν ὕδωρ αὐτῇ συνεσχηματίζετο ἔξωθεν, ἵνα τὸ ἐν ἑκάστῳ μέρει αὐτῆς ὀχούμενον ὕδωρ, νεῦον ἐπὶ τὸ κέντρον, μὴ ἀπολισθάνοι τῆς γῆς· τὸ γὰρ ἀπολισθάνον αὐτῆς τὴν τοῦ πυρὸς πάντως κατὰ φύσιν οἰσθήσεται τὴν ἐπὶ τὸ πέριξ, ὅπερ ἀδύνατον. εἰ δὲ μὴ πανταχόθεν αὐτὴν πᾶσαν δι' ὅλου