Ancient Greek · ~5 min
Page 67
Joannes Philoponus Phil., De opificio mundi 67
Not analysed yet
περιεκάλυπτε, ψεύδεται λέγων ἀόρατον εἶναι τὴν γῆν, καί, πρὶν γὰρ συναχθῆναι τὸ ὕδωρ, ἑωρᾶτο, εἰ καὶ μὴ πᾶσα· οὐδὲ γὰρ νῦν ὁρᾶται πᾶσα· πολλὰ γὰρ αὐτῆς μέρη καλύπτει τὰ ὕδατα. Οὐ μόνον δὲ ἐκ τῆς κοσμοποιΐας τοῦ σοφωτάτου Μωϋσέως τοῦτο δείκνυται, ἀλλὰ καὶ ὁ Ἡσαΐας σαφῶς εἴρηκεν· ‘ὁ κατέχων τὸν γῦρον τῆς γῆς’· ἡ δὲ λέξις τὸ περιφερὲς αὐτῆς σημαίνει. ἀλλὰ καὶ τὸ παρὰ τῷ Ἰώβ· ‘κρεμάζων γῆν ἐπὶ μηδενός’ οὐκ ἄλλως σῴζεται, εἰ μὴ σφαιροειδὴς νοοῖτο ἡ γῆ καὶ τοῦ παντὸς εἴη μέση. εἰ γὰρ ἐπὶ μόνον τὸ κέντρον τοῦ παντὸς τὰ βάρη φέρεται πάντα, ἀδύνατον αὐτῇ τὸ στάσιμον καὶ ἀκίνητον σῴζεσθαι, μὴ ἑκάστου μορίου αὐτῆς πρὸς τὸ κέντρον ῥέποντος. τοῦτο δὲ μόνως ἂν ὑπάρχοι αὐτῇ σφαιρικῇ οὔσῃ καὶ ἐν μέσῳ τοῦ παντὸς ὑπαρχούσῃ. εʹ. Διὰ τί ἡ γῆ ἀκατασκεύαστος ἦν καὶ ὅτι τῇ αὐτῇ ἐννοίᾳ αἱ ἐκδόσεις πᾶσαι συμπεφωνήκασι. Εἰς δὲ τὸ ἀκατασκεύαστον εἶναι τὴν γῆν κοινῶς σχεδὸν συνεφώνησαν ἅπαντες, τὴν μήπω τοῦ ἰδίου κόσμου καὶ τῆς φυσικῆς τυχοῦσαν τελειότητος, ἣν ἔσχεν ὕστερον εἰπόντος τοῦ θεοῦ· ‘συναχθήτω τὸ ὕδωρ καὶ ὀφθήτω ἡ ξηρὰ καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου’ καὶ τὰ ἑξῆς, ὅσα τῷ θείῳ προστάγματι γέγονεν. οὐδὲ γὰρ τότε πρὸς γένεσιν τούτων ἐπιτηδεία ἦν συμπεφυρμένη τοῖς ὕδασι καὶ πηλώδης οὖσα καὶ πᾶσα κεκαλυμμένη ὑπ' αὐτῶν· ὡς εἰ καὶ τὸ ἀρτίτοκον βρέ-