Ancient Greek · ~6 min
Page 68
Joannes Philoponus Phil., De opificio mundi 68
Not analysed yet
φος λέγοι τις εἶναι ἀκατασκεύαστον, μήτε συμπήξεως τῆς δεούσης μήτε ἡλικίας τυχὸν μήτε τῶν κατὰ φύσιν προσόντων τῇ λογικῇ ψυχῇ, μηδὲν ἐνεργεῖν δυνάμενον μηδὲ κατὰ πάσας τὰς σωματικὰς τότε δυνάμεις. εἴποις δ' ἂν καὶ οἶκον ἔτι ἀκατασκεύαστον τὸν μήπω τοῦ οἰκείου τυχόντα κόσμου, ὡς καὶ ἡ γῆ πρὸς οἴκησιν ζῴων καὶ βλάστην φυτῶν ὑπῆρχεν ἀνεπιτήδειος. Τῇ δὲ ἐννοίᾳ ταύτῃ καὶ αἱ λοιπαὶ τῶν ἐκδόσεων συμφέρονται. Ἀκύλας μὲν οὖν φησιν· ‘ἡ δὲ γῆ ἦν κένωμα καὶ οὐθέν’· Θεοδοτίων· ‘ἡ δὲ γῆ ἦν θὲν καὶ οὐθέν’· Σύμμαχος· ‘ἡ δὲ γῆ ἐγένετο ἀργὸν καὶ ἀδιάκριτον’· κένωμα μέν, ὡς κενὴ πάντων οὖσα φυτῶν καὶ ζῴων, ὧν ὕστερον ἐπληρώθη τῷ θείῳ προστάγματι ‘αὐξάνεσθε’ λέγοντι ‘καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’. ὥστε καθ' ὃ μὲν δυνάμει πρότερον ἦν, ἃ ὕστερον ἔσχεν ἐνεργείᾳ, θὲν ἦν, τουτέστι ἦν τι· καθ' ὃ δὲ μήπω εἰς ἐνέργειαν ἦκτο, οὐδὲν ἦν. τοῦ γὰρ δ εἰς τὸ θ μεταβολή ἐστιν, ᾗ καὶ πολλοὶ τῶν παλαιῶν ἐχρήσαντο, οἷόν ἐστιν καὶ τὸ οὐθὲν καὶ τὸ οὐθέτερον παρά τισι διὰ τοῦ θ λεγόμενον. ἢ οὖν ἐκ παραλλήλου παρὰ τῷ Ἀκύλᾳ τὸ κένωμα καὶ οὐθὲν εἴρηται, ἢ οὕτω· κενὴ ἦν καὶ διὰ τοῦτο οὐδέν. ἡ δὲ Συμμάχου σαφεστέρα ἐστίν· ἀργὸν καὶ ἀδιάκριτον· ἀργὸν μὲν τῶν κατὰ φύσιν αὐτῆς ἐνεργειῶν, ἃς πρότερον μὲν εἶχε δυνάμει, ὕστερον δὲ τὸ θεῖον αὐτὰς εἰς ἐνέργειαν ἤγαγε πρόσταγμα· μόνη γὰρ ἡ δύναμις τῆς ἐνεργείας χωρίς, ὡς ὁ δυνάμει πριὼν καὶ τὸ δυνάμει