Ancient Greek · ~5 min
Page 69
Joannes Philoponus Phil., De opificio mundi 69
Not analysed yet
ἱμάτιον, οἷον τὸ ἔριον ἀργόν ἐστι καὶ ἀκίνητον· ἀδιάκριτος δὲ διὰ τὴν ἐπιμιξίαν τοῦ ὕδατος, μήπω τούτου διακεκριμένη. ϛʹ. Ὅτι τὸ σκότος οὔτε οὐσία ἐστὶν οὔτε ποιότης, στέρησις δὲ μόνη τοῦ ἀντικειμένου φωτός. Ἐπειδὴ δὲ ἔλεγον, ὡς εἰπών· ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’ τὸν ἀφώτιστον ἀέρα δεδήλωκε—καὶ γὰρ τὸν πεφωτισμένον ἐσθ' ὅτε φῶς ὀνομάζομεν, ἄλλο δέ ἐστι τῷ ἀέρι <τὸ> εἶναι καὶ ἄλλο τὸ πεφωτίσθαι ἢ ἀφωτίστῳ εἶναι, ὅπερ σκότος ὠνόμασται—ζητοῦμεν νῦν, εἰ ὥσπερ τὸ φῶς ὑπέστησεν ὁ θεὸς εἰπών· ‘γενηθήτω φῶς’, οὕτω καὶ τοῦ σκότους ἐστὶ καθ' αὑτὸ ποιητής· αἱ μὲν οὖν περὶ τοῦ σκότους τῆς Μανιχαϊκῆς καὶ ἀσεβοῦς μυθολογίας ζητήσεις παρείσθωσαν εὐθύνας ἤδη πρότερον παρασχοῦσαι πολλοῖς· νυνὶ δὲ ἡμῖν περὶ τοῦ ἐν ἀέρι σκότους ἡ ζήτησις, εἴτε ποιότης ἐστὶν ἐπιγιγνομένη αὐτῷ, ὡς καὶ τὸ φῶς καὶ τὸ θερμὸν ἄγαν καὶ τὸ ψυχρόν—οὐσία γὰρ ὅτι οὐκ ἔστι, πρόδηλον—εἴτε τούτων μὲν οὐδέτερον οὔτε οὐσία, οὔτε ποιότης, στέρησις δὲ μόνη καὶ ἀπουσία τοῦ ἀντικειμένου φωτός, ὡς τὸ ἄσοφον, ὡς τὸ ἄφιλον, ἄοικος, ἄνανδρος, ἄμουσος, ἄχροος καὶ ὅσα τοιαῦτα· μόνην γὰρ τὴν ἀπουσίαν τοῦ ἀντικειμένου πάντα ταῦτα δηλοῦσι τὰ ὀνόματα. Εἰ μὲν οὖν ποιότητές εἰσιν ἐναντίαι τὸ φῶς καὶ