Ancient Greek · ~6 min
Page 70
Joannes Philoponus Phil., De opificio mundi 70
Not analysed yet
τὸ σκότος ὡς τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ λευκόν τε καὶ τὸ μέλαν, ἐπειδὴ τῶν ἐναντίων ποιοτήτων ἑκατέρας τὸ ποιητικὸν αἴτιον προφανές, οἷον τοῦ μὲν θερμαίνεσθαι ἡμᾶς τὸ πῦρ ἢ ὁ ἥλιος, τοῦ δὲ ψύχεσθαι χιὼν κρύσταλλος ὕδωρ· εἰ οὕτως ἀντίκειται τῷ φωτὶ τὸ σκότος, ἀνάγκη πάντως ἦν, ὥσπερ τὰ ποιητικὰ αἴτια τοῦ φωτός ἐστι προφανῆ ἥλιος σελήνη ἀστέρες, τὸ πῦρ τοῦτο τὸ παρ' ἡμῖν, οὕτως ἔδει καὶ τοῦ σκότους εἶναι καὶ φαίνεσθαι ποιητικὴν αἰτίαν. νῦν δὲ οὐκ ἔστιν, ἀλλὰ μόνῃ τῇ ἀπουσίᾳ τοῦ φωτίζοντος παρυφίσταται τὸ σκότος. καὶ ἐπὶ μὲν τῶν ἐναντίων, ψυχρὸν [ὃν] φέρε τὸ ἡμέτερον σῶμα, ἐπιγενομένης θερμότητος ὑπὸ ἡλίου ἢ πυρὸς ἢ ἄλλης αἰτίας, ἐξωθεῖται μὲν κατὰ μέρος ὑπὸ τοῦ θερμοῦ τὸ ψυχρόν, αὐτὸ δὲ τὸ θερμὸν ἐπικρατεῖ τοῦ ἡμετέρου σώματος. οὕτως οὖν ἔδει καὶ τὰ ποιητικὰ τοῦ σκότους αἴτια τὸ μὲν φῶς ἐξωθεῖν τοῦ ἀέρος, ἐγγεννᾶν δὲ αὐτῷ τὸ σκότος· νυνὶ δὲ τοιοῦτον οὐδέν ἐστιν, ἀλλ' ἡ τοῦ φωτίζοντος ἀπουσία καὶ μόνη παρυπόστασιν τῷ σκότῳ δίδωσιν ὡς καὶ νέφος ὑποδραμὸν τὸν ἥλιον ἐμποδίζει μὲν ταῖς ἡλιακαῖς ἀκτῖσι, τῇ δὲ ἐκείνων ἀπουσίᾳ ὁ ἀὴρ ἀφώτιστος γίνεται, καὶ τοῦτο καλεῖται σκότος. Ἐξ οὗ δῆλον, ὅτι μὴ ὡς τὰ ἐναντία τὸ φῶς καὶ τὸ σκότος ἀλλήλοις ἀντίκεινται, ἀλλ' ὡς ἕξις μόνον καὶ στέρησις, ἐν οἷς ἡ στέρησις οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπουσία μόνη τῆς ἕξεως. ὁ μὲν γὰρ σοφὸς γνώσεως πολλῆς αὐτῷ γίνεται παρουσίᾳ, ὁ δὲ ἄσοφος ἀπουσίᾳ καὶ μόνῃ σοφίας· ὁμοίως ὁ μὲν μουσικὸς τῇ ἐπιστήμῃ τῶν ῥυθμῶν