Ancient Greek · ~5 min
Page 8
Joannes Philoponus Phil., De opificio mundi 8
Not analysed yet
Ὡς οὖν τὴν ἀρχὴν τῆς γραμμῆς σημεῖον καλοῦσιν οἱ περὶ ταῦτα σοφοὶ ἀδιάστατον καὶ ἀμερὲς ὂν οὐχὶ δὲ γραμμήν, οὕτω καὶ τὴν τοῦ χρόνου ἀρχὴν οὐ χρόνον ἀλλ' αὐτὸ τοῦτο χρόνου ἀρχὴν ὃ προσαγορεύουσι νῦν. εἰ γὰρ καὶ τοῦτό τις βραχύν τινα νομίσειε χρόνον, οὐκέτι τὴν ἀρχὴν εἴληφε τοῦ ζητουμένου χρόνου, ἀλλὰ μόριον αὐτοῦ δέκατον τυχὸν ἢ ὁποσονοῦν. οὕτω τοίνυν καὶ τοῦ ὅλου χρόνου τὸ πρῶτον νῦν ἀρχή ἐστιν ὅλης αὐτοῦ τῆς ὑποστάσεως, οὐκ ὂν οὔπω χρόνος. ἐπεὶ οὖν ὁ χρόνος μέτρον ἐστὶ τῆς τῶν οὐρανίων περιφορᾶς—ἡμέραι γὰρ καὶ μῆνες καὶ ἐνιαυτοὶ μέρη τοῦ χρόνου εἰσὶ καὶ οὐδέν ἐστιν ἕτερον παρὰ ταῦτα ὁ χρόνος, ἀλλ' αὐτῶν εἰς ἑαυτὰ τῶν εἰρημένων ἀνακυκλουμένων ὁ χρόνος αὔξεται, καθ' ὃν καὶ τὴν ἑκάστου γένεσιν ἀριθμοῦμεν—πρὶν δὲ οὐρανὸν γενέσθαι τούτων ἦν οὐδέν, οὐκ ἦν ἄρα χρόνος πρὶν οὐρανὸν ὑποστῆναι. Ἐπεὶ οὖν ἅμα οὐρανῷ συνυπέστησε τὸν χρόνον ὁ θεός, ἐν τῷ πρώτῳ δὲ καὶ ἀμερεῖ τοῦ χρόνου νῦν ὅπερ ἐστὶν ἡ τοῦ χρόνου ἀρχή, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησεν ὁ θεός, ταύτην εἶναί φησι Βασίλειος κατὰ χρόνον ἀρχὴν τῆς τῶν εἰρημένων γενέσεως, τὴν ἀκαριαίαν καὶ ἀδιάστατον. ἐντεῦθεν ὁρμηθεὶς ὁ Πλάτων τὸ ‘χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονε’ κάλλιστα γέγραφεν ‘ἵν' ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν