Ancient Greek · ~6 min
Page 71
Joannes Philoponus Phil., De opificio mundi 71
Not analysed yet
γίνεται μουσικός, ὁ δὲ ἄμουσος μόνῳ τῷ μὴ μεμαθηκέναι τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ῥυθμῶν ἄμουσός ἐστιν. ὁμοίως ὁ ἔντεχνος ἔχει πρὸς τὸν ἄτεχνον· τῷ μὲν γὰρ τέχνη τις πάρεστι καὶ ἐπιστήμη τινῶν, τεκτονικὴ φέρε ἢ ὑφαντική· ὁ δὲ ἄτεχνος μόνῳ τῷ μὴ ἔχειν τέχνην τινὰ οὕτω λέγεται. οὕτως καὶ ἐπὶ πάσης ἔχει στερήσεως, ἄοικος ὁ μὴ ἔχων οἶκον, ἄφιλος ὁ μὴ ἔχων φίλους, ἀνέστιος ὁ μὴ ἔχων ἑστίαν, ἄχροός ἐστιν ὁ ἀὴρ παρὰ τὸ μηδὲν ἔχειν χρῶμα, διὸ καὶ ἀόρατος. οὕτω καὶ τὸ ἀφώτιστον, τὸ φωτὸς ἐστερημένον, οὐ τὸ ἐναντίαν ἔχον τῷ φωτὶ ποιότητα, ὅπερ ὠνόμασται σκότος, ὥσπερ καὶ ἡ ἀπουσία τῶν ὄψεων τυφλότης καλεῖται καὶ ἡ τῆς ἀκοῆς στέρησις κωφότης καὶ ὁ μὴ φωνεῖν δυνάμενος ἄφωνος, οἷοί περ εἰσὶν οἱ ἰχθύες· τὸν δὲ τοιοῦτον καὶ κωφὸν καλοῦσι παρὰ τὸ ἐκκεκόφθαι τὴν ὄπα τουτέστιν τὴν φωνήν. οὕτως οὖν καὶ τὸ ἀφώτιστον ἐκλήθη σκότος. οὔτε ἄρα οὐσία τὸ σκότος ἐστὶν οὔτε ποιότης, ἀλλὰ μόνη φωτὸς ἀπουσία. ζʹ. Τίνες αἱ διαφοραὶ τῶν στερήσεων καὶ ποίᾳ τούτων ὑποπίπτει τὸ σκότος. Τῶν δὲ στερήσεων αἱ μὲν προϋπάρχουσι τῶν ἕξεων, αἱ δὲ τούτων εἰσὶν ὕστεραι, αἱ δέ εἰσιν αὐτῶν ἑκατέρωθεν. πρότεραι μὲν τῶν ἕξεων ἐν ταῖς γενέσεσι· πᾶν γὰρ γιγνόμενον ἐκ τῆς ἰδίας στερήσεως γίγνεται, ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, τὸ θερμὸν ἐξ οὐ θερμοῦ· μετὰ δὲ τὴν ἕξιν· ὁ ἐξ ὁρῶντος γενόμενος τυφλὸς καὶ ὁ ἐξ ἀκούοντος κωφός. ἑκατέρωθεν δέ, ὡς ὁ ἄτε-