Ancient Greek · ~5 min
Page 72
Joannes Philoponus Phil., De opificio mundi 72
Not analysed yet
χνος· καὶ γὰρ πρὸ τῆς τεχνικῆς ἕξεως ἄτεχνος ἦν καὶ εἰ μετὰ τὴν τέχνην ἐκ πάθους τινὸς λήθη συμβαίη, πάλιν ἄτεχνος γίνεται. τοιοῦτός ἐστιν καὶ ὁ ἄοικος καὶ ὁ ἄφιλος καὶ ὁ ἄδουλος· ταύτης ἐστὶ τῆς τάξεως καὶ τὸ ἀφώτιστον· πρὶν μὲν γὰρ γενέσθαι τὸ φῶς, ὁ ἀὴρ ἀφώτιστος ἦν· ἀλλὰ καὶ γενομένου τοῦ φωτός, ὅτε ὑπὸ τὴν γῆν ὁ ἥλιος γίνεται, ὁ πεφωτισμένος ἀὴρ πάλιν ἐστὶν ἀφώτιστος. ηʹ. Πῶς νοητέον τὸ παρὰ τῷ Ἡσαΐᾳ· ‘ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά’. Τούτου δεδειγμένου δῆλόν ἐστι λοιπὸν καὶ τὸ ὑπὸ Ἡσαΐου τοῦ προφήτου περὶ τοῦ σκότους ὡς ἀπὸ θεοῦ λεχθέν· ‘ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά’. ἐρεῖ γάρ τις, ὡς, εἰ ἕκαστον τῶν ὑπὸ θεοῦ γενομένων οὐσίωται, ὥσπερ τὸ φῶς ὁ θεὸς ἐποίησεν εἰπών· ‘γενηθήτω φῶς’, οὕτω καὶ τὸ σκότος πεποιηκέναι τὸν θεὸν Ἡσαΐας φησίν. ἀλλ' οὐδαμοῦ τῆς κοσμοποιΐας εἶπεν ὁ θεός· ‘γενηθήτω σκότος’ ἢ ‘ἐποίησεν ὁ θεὸς σκότος’. οὕτω γὰρ ἂν καὶ τῶν κακῶν ποιητὴν ἐροῦμεν διὰ τὸ εἰπεῖν· ‘καὶ κτίζων κακά’. ἀλλὰ τοῦτο μὲν ὅπως εἴρηται οὐ τοῦ προκειμένου σκοπεῖν. Ὥσπερ δὲ ὁ τὴν σκηνὴν ποιήσας ἢ πᾶσαν ὀπὴν φωταγωγόν, δι' ἧς εἰς οἶκόν τινα φέρεται τὸ φῶς, ἀποφράξας λέγοιτο ἂν τὸ ἐντὸς γενόμενον ποιῆσαι σκότος