Ancient Greek · ~5 min
Page 73
Joannes Philoponus Phil., De opificio mundi 73
Not analysed yet
—οὐ καθ' αὑτὸ δημιουργήσας αὐτό, ἀλλὰ τῷ τὴν εἴσοδον ἀποφράξαι τοῦ φωτός, καὶ τὴν στέρησιν αὐτοῦ, τὸ σκότος, κατὰ συμβεβηκὸς ποιῆσαι λέγεται— οὕτω καὶ ὁ τὰ διαφανῆ σώματα πρὸ τοῦ φωτὸς ποιήσας, ἐν οἷς καὶ αὐτὸ τὸ φῶς καὶ ἡ τούτου στέρησις ἐπιγίνεται, τὸ σκότος, ἀκολούθως λέγοιτο ἄν, διὰ τὸ μήπω πεφωτίσθαι τὰ διαφανῆ, καὶ αὐτὸ πεποιηκέναι τὸ σκότος. Καὶ δῆλον πάλιν, ὅτι μὴ καθ' αὑτὸ γέγονεν ἀλλὰ κατὰ συμβεβηκός· τῷ γὰρ μήπω πεφωτίσθαι τὰ διαφανῆ ὑπῆρχεν ἀλαμπῆ, ὡς καὶ ὁ τὴν λαμπάδα σβέσας ἐν νυκτὶ λεχθείη ἂν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἦν ἡ λαμπάς, ποιῆσαι σκότος οὐ καθ' αὑτό, ἀλλ' ὡς εἶπον κατὰ συμβεβηκός. εἴποι δ' ἄν τις καὶ τὴν ἀπουσίαν τοῦ ἰατροῦ νόσου ἑαυτῷ γεγονέναι αἰτίαν ἢ τοῦ μὴ ὑγιᾶναι τὸν νοσοῦντα, καὶ τὸ μὴ παρεῖναι τὸν διδάσκαλον τοῦ ἀπαίδευτον γεγονέναι τὸν παῖδα· καὶ δῆλον, ὡς κατὰ συμβεβηκὸς ἑκάτερος ὁ μὲν τῆς νόσου, ὁ δὲ τῆς ἀπαιδευσίας τοῦ παιδὸς αἴτιος ἦν· οὕτως οὖν καὶ ὁ τὰ διαφανῆ ποιήσας, πρὶν γενέσθαι τὸ φῶς, λέγοιτ' ἂν ποιῆσαι τὸ σκότος· ὁμοίως καὶ ὁ τὰ ἀντιφρακτικὰ ποιήσας λέγοιτ' ἂν ποιῆσαι τὸ σκότος κατὰ συμβεβηκός. μήπω γὰρ τῆς ἕξεως γενομένης τὴν στέρησιν ἐν τοῖς δεκτικοῖς εἶναι ἀνάγκη. Καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶς’ καὶ ἐγένετο φῶς’. ΑΚΥΛΑΣ καὶ εἶπεν ὁ θεός· ‘γενέσθω φῶς’ καὶ ἐγένετο φῶς.