Ancient Greek · ~4 min
Page 74
Joannes Philoponus Phil., De opificio mundi 74
Not analysed yet
ΘΕΟΔΟΤΙΩΝ ὁμοίως τοῖς ἑβδομήκοντα. ΣΥΜΜΑΧΟΣ καὶ εἶπεν ὁ θεός· ‘ἔστω φῶς’ καὶ ἐγένετο φῶς. θʹ. Διάφοροι δόξαι τῶν ἐξηγησαμένων τό· ‘καὶ εἶπεν ὁ θεός· ‘γενηθήτω φῶς’, καὶ πρὸς αὐτὰς ἐνστάσεις. Ἐπειδὴ ποιότης οὐδεμία καθ' αὑτὴν σώματος ὑπάρχει χωρίς, θερμότης ψυχρότης λευκότης γλυκύτης μαλακότης σκληρότης, καὶ τὸ φῶς δὲ ποιότης ἐστὶν ἐν σώμασιν ὑφεστῶσα, σελήνῃ τε καὶ ἡλίῳ καὶ ἄστροις καὶ πυρί, ζητεῖται εἰκότως, μήπω τῶν φωστήρων γενομένων τί ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, καὶ πῶς ἀνὰ μέρος ὑποχωρούντων ἀλλήλοις φωτός τε καὶ σκότους ἡμέρα καὶ νὺξ ἐγίνετο. οὐδὲ γὰρ ἀντιπαραχωρεῖν ἀλλήλοις τοὺς τόπους σωμάτων χωρὶς οὐδὲ εἶναι ὅλως ἠδύναντο. Τινὲς μὲν οὖν τῶν ἐξηγησαμένων οὐδ' αὐτό γε τοῦτο τοῖς εἰρημένοις ἐπέστησαν, ἀλλὰ βασάνου χωρὶς τὸν τόπον παρεληλύθασιν· ἕτεροι δὲ τὴν τοῦ πυρὸς οὐσίαν τοῦτο τὸ φῶς ἔφασαν ὑπάρχειν. συμμεμιγμένων γὰρ ἀλλήλοις, φασί, κατ' ἀρχὴν τῶν στοιχείων—οἷόν τι καὶ ὁ Ἐμπεδοκλῆς ἔλεγεν—καὶ μήπω καθαρῶς διακεκριμένων, τὸ πῦρ ἅτε δὴ λεπτομερέστατον ὑπάρχον καὶ ὀξυκινητότατον ἁπάντων προεξήλατο τῶν ἄλλων στοιχείων κελεύσαντος θεοῦ· ‘γενηθήτω φῶς’ καὶ τὴν ἄνω χώραν κατείληφεν. ὑπόδειγμα δὲ ἔστω τοῦ λόγου τοιοῦτον· ἐπὶ τῶν κεκαυμένων λίθων εἰς κόνιν