Ancient Greek · ~5 min
Page 75
Joannes Philoponus Phil., De opificio mundi 75
Not analysed yet
τῆς πυρώδους οὐσίας ἐναποκεκλειμένης αὐτοῖς καὶ κατεσπαρμένης ἐν τοῖς μορίοις αὐτῶν, ἐπειδὰν ὕδωρ αὐτοῖς ἐπιχεθῇ, διεισδῦνον εἰς αὐτοὺς μανωθέντας ὑπὸ τῆς καύσεως θρύπτει μὲν αὐτοὺς καὶ εἰς μικρότατα διαιρεῖ μόρια. τὸ δὲ ἐν ἑκάστῳ τῶν μορίων ἐγκατεσπαρμένον τε καὶ ἐμφωλεῦον πῦρ τῇ εὐκινησίᾳ διαδιδράσκει τὰ κατέχοντα καὶ διὰ τὸ συγγενὲς εἰς ἄλληλα συναθροίζεται τὰ διεστῶτα πρότερον ἀλλήλων πυρώδη μόρια καὶ ταύτῃ συνεπιρρωνύμενα τὴν φυσικὴν ζέσιν καὶ τὴν ἐπὶ τὸ ἄνω φορὰν ἐπιδείκνυται. τοιοῦτό τι καὶ ἐπὶ τοῦ φωτὸς γεγονέναι φασί, τῆς πυρώδους οὐσίας τῷ θείῳ προστάγματι τῶν ἄλλων προεκδραμούσης καὶ τὸν οἰκεῖον τόπον καταλαβούσης τὸν ἄνω. ἕτερος δέ φησι τὸν ἀέρα τῇ κινήσει τοῦ αἰθερίου σώματος θερμαινόμενον ἄλλας ἐν ἄλλοις αὐτοῦ μέρεσι ἐκλάμψεις ποιεῖν, οἷά ἐστι τὰ καλούμενα σέλα, πῆ μὲν μικράς, πῆ δὲ μείζονας, ἃς ὕστερον ἐξαφθείσας τελείως ἥλιον καὶ σελήνην καὶ τῶν ἀστέρων ποιῆσαι τὸ πλῆθος. ἀλλ' ἤδη τῶν στοιχείων γεγονότων, πῶς τὸ ἤδη ὂν πῦρ αὖθις γενέσθαι προσέταξεν ὁ θεός; οὐ γὰρ εἶπεν· ‘ἐξαγαγέτω ἡ γῆ φῶς’ ἀλλὰ ‘γενηθήτω φῶς’ τὸ μήπω ὂν ὑποστῆναι κελεύσας· καὶ ὅτι τὸ φλογῶδες τοῦτο πῦρ ἐν μόνοις τοῖς ὑπὸ σελήνην τόποις ὑφίσταται ὑπερβολὴ πυρὸς ὂν καὶ οὐ διαρκοῦν εἰς ἀεί, ὡς διαρκοῦσιν οἱ φωστῆρες, καὶ ὅτι ἐν τῷ στερεώματι, ὅπερ ἐκάλεσεν οὐρανόν, τοὺς φωστῆρας ἔθηκεν ὁ θεός, οὐκ ἐν τῷ πρὸς ἡμᾶς ἀέρι.