Ancient Greek · ~5 min
Page 76
Joannes Philoponus Phil., De opificio mundi 76
Not analysed yet
ιʹ. Ἡ Βασιλείου περὶ τοῦ φωτὸς δόξα καὶ συνηγορία ταύτης. Ὁ δὲ μέγας Βασίλειος τὸ ἡλιακὸν φῶς αὐτὸ προϋποστῆναί φησι τοῦ ἡλιακοῦ σώματος, δυνάμει θείᾳ τούτου γενομένου, ὅπερ φυσικῶς γενέσθαι ἀδύνατον· ὑπόδειγμα δὲ τοῦ λόγου ποιεῖται τὸ ἐπὶ τοῦ βάτου φανὲν τῷ Μωϋσεῖ πῦρ. διττῆς γὰρ οὔσης τῆς τοῦ πυρὸς δυνάμεως, φωτιστικῆς τε καὶ καυστικῆς, καὶ χωρίσαι ταῦτα μὴ δυναμένης τῆς φύσεως, ἐπὶ τοῦ βάτου τὸ μὲν φωτιστικὸν τοῦ πυρὸς ἐνήργει, τὸ δὲ καυστικὸν ἄπρακτον ἔμεινεν, τοῦ αὐτοῦ καὶ ἐπὶ τῶν ἐν τῇ καμίνῳ παίδων γενομένου τῇ ἐν Βαβυλῶνι· εἰς αὐτοὺς γὰρ τὸ καυστικὸν ἀνενέργητον ἔμεινεν. οὐκ ἀδύνατον ἄρα θεῷ καὶ χωρὶς σώματος ὑποστῆσαι τὸ φῶς. Καὶ ἐρεῖ τις τούτῳ συνηγορῶν, ὅτι καθάπερ τῶν μελλόντων ὑπὸ σελήνην γίνεσθαι προϋπέστησε τὰς ὑλικὰς αἰτίας ὁ θεός, ὡς εἰπόντες ἔφθημεν, οὕτως ἐπὶ τῶν φωστήρων τὸ ἐναντίον γέγονε· πρὸ τῆς σωματικῆς αὐτῶν οὐσίας καὶ ὑλικῆς τὸ φῶς ὑπέστησεν ὁ θεός, ὅπερ ἐστὶ τὸ τῶν φωστήρων εἶδος, εἶτα ἐκ τῆς προϋποκειμένης ὕλης διαπλάττει τὰ σώματα. ἀδύνατον δὲ θεῷ λέγειν, ὅπερ καὶ τῇ φύσει, θέμις ἐστὶν οὐδέν. ταῦτα δὲ συνάψας ἄμφω τοὺς ἐξ αὐτῶν φωστῆρας ἀνέδειξεν.