Ancient Greek · ~5 min
Page 77
Joannes Philoponus Phil., De opificio mundi 77
Not analysed yet
ιαʹ. Ὅτι οὐ χωρὶς σώματος καθ' αὑτὸ τὸ φῶς ὑπέστη. Ἔστι δὲ κἀκεῖνο εἰπεῖν, ὡς οὐδ' αὐτὸ τὸ φῶς σώματος ὑπέστη χωρίς· ἀλλ' ὥσπερ καὶ τὸ ἐξ ἡλίου νῦν ἐν τοῖς διαφανέσι χωρὶς τοῦ ἡλιακοῦ γίνεται σώματος, ὑποκείμενον ἔχον αὐτὰ τὰ διαφανῆ σώματα, οὕτως εἰπόντος τοῦ θεοῦ· ‘γενηθήτω φῶς’ ὅπερ ποιεῖ τοῖς διαφανέσιν ὁ ἥλιος, φωτίζων αὐτά, τοῦτο τὸ θεῖον ἐποίησε πρόσταγμα ἐν αὐτοῖς κελεῦσαν ὡς ἐν ὑποκειμένοις ἐκλάμψαι τὸ φῶς. ιβʹ. Ὅτι οὐ πάντα τὰ διαφανῆ διείληφε τὸ γενόμενον φῶς. Τὸ δέ· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους’ ὑπόνοιαν ἡμῖν ἐντίθησιν, ὡς οὐκ ἀθρόον ὅλον ἅμα τὸ διαφανὲς διειλήφει τὸ φῶς. οὕτω γὰρ ἂν πανταχόθεν ὅλον ἠφανίζετο σκότος, ὡς μηδὲ εἶναι λοιπὸν σκότος μηδαμοῦ· ὅλου γὰρ τοῦ πέριξ πεφωτισμένου σκίασμα λοιπὸν οὐκ ἦν οὐδαμοῦ. πῶς οὖν εἶπεν· ‘καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσεν νύκτα’; ὡς ἑκατέρου μὲν ὑπάρχοντος, διακεχωρισμένων δὲ τοῖς τόποις ἀλλήλων· ἅμα γὰρ ἄμφω ἐν ἑνὶ τόπῳ εἶναι ἀδύνατον ἦν· οὔτε γὰρ τὰ ἐναντία, οὔτε στέρησιν καὶ