Ancient Greek · ~5 min
Page 78
Joannes Philoponus Phil., De opificio mundi 78
Not analysed yet
ἕξιν ἅμα συνυπάρχειν ἐνδέχεται. εἰ οὖν χωρὶς μὲν ἦν τὸ σκότος, χωρὶς δὲ τὸ φῶς, οὐχ ὅλον ἅμα τὸν κόσμον κατειλήφει τὸ φῶς. Γνωρίμῳ δέ τινι ὑποδείγματι χρήσομαι, ὅπερ ἐπὶ τῶν κομητῶν ὁρῶμεν γιγνόμενον ἐν μέρει τινὶ τοῦ περιέχοντος ἀέρος λαμβανόντων ὑπόστασιν καὶ συμπεριπολούντων τῷ παντί, συνανατελλόντων τε καὶ συνδυομένων τῷ μέρει, καθ' ὃ ἂν συστῶσιν· οὕτω καὶ τὸ πρωτόγονον ἐκεῖνο φῶς μέρος ἐπέχον τοῦ διαφανοῦς, οἷον φέρε τῶν ἡμισφαιρίων ἕν, ὥσπερ νῦν τῇ ἀνατολῇ μὲν τοῦ ἡλίου γίνεται ἡμέρα, τῇ δύσει δὲ νύξ, οὕτω καὶ τοῦ φωτὸς ἐκείνου συμπεριπολοῦντος τῷ παντί, δυομένου μὲν νύξ, συνανατέλλοντος δὲ ἡμέρα ἐγίνετο. Μήποτε δὲ καὶ ἐνσώματος ἦν οὐσία τὸ φῶς ἐκεῖνο, οὐχ οὕτω διεσχηματισμένον, ὡς νῦν οἱ ἀστέρες καὶ οἱ δύο φωστῆρες ὑπάρχουσιν, ὕστερον δὲ εἰς τὴν νῦν αὐτὸ τάξιν ἤγαγεν ὁ θεός, εἰς ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας τὸ φῶς ἐκεῖνο καταμερίσας· καὶ οὕτω μὲν οὐδὲν ἀδύνατον ἐφάνη συμβαῖνον· τάχα δὲ πάλιν ἐντεῦθεν ὁ Πλάτων εἰληφώς· ‘βουληθεὶς ὁ θεός’ φησίν ‘ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν, ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας· ἡγησάμενος ἐκείνου τοῦτο πάντως ἄμεινον’. ὁρατὸν δὲ ἄνευ φωτὸς οὐδέν.