Ancient Greek · ~5 min
Page 79
Joannes Philoponus Phil., De opificio mundi 79
Not analysed yet
ιγʹ. Ὅτι οὐκ εὔλογον διαπορεῖν, τίς ἡ αἰτία τοῦ ταῦτα οὕτω ποιῆσαι τὸν θεὸν καὶ ἀντιπαράθεσις πρὸς Μωϋσέα τῶν μετ' αὐτὸν φυσικῶν. Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη τὴν αἰτίαν τοῦ ταῦτα οὕτω κατ' ἀρχὴν διαταξάμενον ποιῆσαι τὸν θεόν, πρῶτον μὲν τὸ οὐκ ἀδύνατον τοῦ πράγματος ποικίλως ἐδείχθη· ὅταν δὲ τῆς φαινομένης ἐν τοῖς ἄστροις ἀνωμαλίας κατά τε μεγέθη καὶ θέσιν καὶ τάξιν καὶ χρώματα καὶ πρὸς ἄλληλα σχέσιν, καὶ τῆς ἐν διαφόροις χρόνοις τῶν πλανωμένων ἀποκαταστάσεως τὰς αἰτίας εἴποι, καὶ ἄλλων μυρίων τῶν ἐν τῷ κόσμῳ διατεταγμένων, δι' οὓς λόγους ταῦθ' οὕτως ἔχειν πεποίηκεν ὁ θεός, τότε καὶ ἡμᾶς τῶν ὑπὸ Μωϋσέως κατὰ θείαν ἐπίπνοιαν περὶ τῆς κατ' ἀρχὴν κοσμογονίας ἑκάστου λόγον αἰτείτω. Καίτοι γε τῶν πολλῶν ἡμεῖς ἤδη τὰς αἰτίας εἰρήκαμεν καὶ περὶ τοῦ φωτός, περὶ οὗ νῦν ὁ λόγος, ὅσα ἡμῖν ὑπέπιπτεν, εἴρηται. καὶ τὸ ἀξιόπιστον δὲ τοῦ προφήτου καὶ παρ' αὐτοῖς τοῖς τῶν Ἑλλήνων σοφοῖς καὶ τοῖς τιμωμένοις ὑπ' αὐτῶν χρηστηρίοις διωμολόγηται. δι' ὧν γὰρ αὐτὸν τηλικούτων τεραστίων ἐργάτην ἐποίησεν ὁ θεὸς καὶ τῆς ἐποψίας ἠξίωσε τῆς αὐτοῦ, ὑποφήτην τε θείων νόμων γενέσθαι καὶ τῆς τῶν μελλόντων προρρήσεως, πληρωτήν τε τῶν ὑποσχέσεων κατέστησεν, ὧν τοῖς αὐτοῦ προπάτορσι περὶ τοῦ παντὸς ἔθνους κατεπηγγείλατο, διὰ τούτων πιστὸν